TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ρωμαίους (Romans) 3 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxRom 3:1 - Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου τίς ὠφέλεια τῆς περιτομῆς
Unchecked Copy BoxRom 3:2 - πολὺ κατὰ πάντα τρόπον πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ
Unchecked Copy BoxRom 3:3 - τί γὰρ εἰ ἠπίστησάν τινες μὴ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει
Unchecked Copy BoxRom 3:4 - μὴ γένοιτο· γινέσθω δὲ θεὸς ἀληθής πᾶς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
Unchecked Copy BoxRom 3:5 - εἰ δὲ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν τί ἐροῦμεν μὴ ἄδικος θεὸς ἐπιφέρων τὴν ὀργήν κατὰ ἄνθρωπον λέγω
Unchecked Copy BoxRom 3:6 - μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ θεὸς τὸν κόσμον
Unchecked Copy BoxRom 3:7 - εἰ γὰρ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι
Unchecked Copy BoxRom 3:8 - καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά ὧν τὸ κρίμα ἔνδικόν ἐστιν
(Psa 14:1–3; 53:1–4 )
Unchecked Copy BoxRom 3:9 - Τί οὖν προεχόμεθα οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι
Unchecked Copy BoxRom 3:10 - καθὼς γέγραπται ὅτι Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς
Unchecked Copy BoxRom 3:11 - οὐκ ἔστιν συνίων οὐκ ἔστιν ἐκζητῶν τὸν θεόν
Unchecked Copy BoxRom 3:12 - πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός
Unchecked Copy BoxRom 3:13 - τάφος ἀνεῳγμένος λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
Unchecked Copy BoxRom 3:14 - ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει
Unchecked Copy BoxRom 3:15 - ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα
Unchecked Copy BoxRom 3:16 - σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν
Unchecked Copy BoxRom 3:17 - καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν
Unchecked Copy BoxRom 3:18 - οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν
Unchecked Copy BoxRom 3:19 - Οἴδαμεν δὲ ὅτι ὅσα νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς κόσμος τῷ θεῷ·
Unchecked Copy BoxRom 3:20 - διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας
Unchecked Copy BoxRom 3:21 - Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν
Unchecked Copy BoxRom 3:22 - δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας οὐ γάρ ἐστιν διαστολή
Unchecked Copy BoxRom 3:23 - πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ
Unchecked Copy BoxRom 3:24 - δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
Unchecked Copy BoxRom 3:25 - ὃν προέθετο θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων (TR 3:26)ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ
Unchecked Copy BoxRom 3:26 - πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ
Unchecked Copy BoxRom 3:27 - Ποῦ οὖν καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τῶν ἔργων οὐχί ἀλλὰ διὰ νόμου πίστεως
Unchecked Copy BoxRom 3:28 - λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου
Unchecked Copy BoxRom 3:29 - Ἰουδαίων θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν
Unchecked Copy BoxRom 3:30 - ἐπείπερ εἷς θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως
Unchecked Copy BoxRom 3:31 - νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν
TR Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Romans Chapter 3 — Additional Translations: