TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Φιλήμονα (Philemon) 1 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPhm 1:1 - Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
Unchecked Copy BoxPhm 1:2 - καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ
Unchecked Copy BoxPhm 1:3 - χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
Unchecked Copy BoxPhm 1:4 - Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου
Unchecked Copy BoxPhm 1:5 - ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους
Unchecked Copy BoxPhm 1:6 - ὅπως κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς Χριστόν Ἰησοῦν
Unchecked Copy BoxPhm 1:7 - χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ ἀδελφέ
Unchecked Copy BoxPhm 1:8 - Διό πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον
Unchecked Copy BoxPhm 1:9 - διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ· Χριστοῦ
Unchecked Copy BoxPhm 1:10 - παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον
Unchecked Copy BoxPhm 1:11 - τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον
Unchecked Copy BoxPhm 1:12 - ὃν ἀνέπεμψά συ δὲ αὐτόν τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα· πρὸσλαβοῦ·
Unchecked Copy BoxPhm 1:13 - ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου
Unchecked Copy BoxPhm 1:14 - χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ἀλλὰ κατὰ ἑκούσιον
Unchecked Copy BoxPhm 1:15 - τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς
Unchecked Copy BoxPhm 1:16 - οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ
Unchecked Copy BoxPhm 1:17 - Εἰ οὖν ἐμέ ἔχεις κοινωνόν προσλαβοῦ αὐτὸν ὡς ἐμέ
Unchecked Copy BoxPhm 1:18 - εἰ δέ τι ἠδίκησέν σε ὀφείλει τοῦτο ἐμοὶ ἐλλόγει·
Unchecked Copy BoxPhm 1:19 - ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις
Unchecked Copy BoxPhm 1:20 - ναί ἀδελφέ ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ·
Unchecked Copy BoxPhm 1:21 - Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ λέγω ποιήσεις
Unchecked Copy BoxPhm 1:22 - ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν
Unchecked Copy BoxPhm 1:23 - Ἀσπάζονταί σε Ἐπαφρᾶς συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ
Unchecked Copy BoxPhm 1:24 - Μᾶρκος Ἀρίσταρχος Δημᾶς Λουκᾶς οἱ συνεργοί μου
Unchecked Copy BoxPhm 1:25 - χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ἀμήν πρός Φιλήμονα ἐγράφη ἀπό Ῥώμης διά Ὀνησίμου οἰκέτου
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Philemon Chapter 1 — Additional Translations: