TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Φιλιππησίους (Philippians) 4 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPhl 4:1 - Ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι χαρὰ καὶ στέφανός μου οὕτως στήκετε ἐν κυρίῳ ἀγαπητοί
Unchecked Copy BoxPhl 4:2 - εὐωδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ
Unchecked Copy BoxPhl 4:3 - καὶ ἐρωτῶ καὶ σέ σύζυγε γνήσιε συλλαμβάνου αὐταῖς αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς
Unchecked Copy BoxPhl 4:4 - Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ χαίρετε
Unchecked Copy BoxPhl 4:5 - τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις κύριος ἐγγύς
Unchecked Copy BoxPhl 4:6 - μηδὲν μεριμνᾶτε ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν
Unchecked Copy BoxPhl 4:7 - καὶ εἰρήνη τοῦ θεοῦ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
Unchecked Copy BoxPhl 4:8 - Τὸ λοιπόν ἀδελφοί ὅσα ἐστὶν ἀληθῆ ὅσα σεμνά ὅσα δίκαια ὅσα ἁγνά ὅσα προσφιλῆ ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταῦτα λογίζεσθε·
Unchecked Copy BoxPhl 4:9 - καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί ταῦτα πράσσετε· καὶ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν
Unchecked Copy BoxPhl 4:10 - Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν ἐφ᾽ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ
Unchecked Copy BoxPhl 4:11 - οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι
Unchecked Copy BoxPhl 4:12 - οἶδα δὲ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
Unchecked Copy BoxPhl 4:13 - πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ
Unchecked Copy BoxPhl 4:14 - πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει
Unchecked Copy BoxPhl 4:15 - Οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι
Unchecked Copy BoxPhl 4:16 - ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε
Unchecked Copy BoxPhl 4:17 - οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν
Unchecked Copy BoxPhl 4:18 - ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ θεῷ
Unchecked Copy BoxPhl 4:19 - δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ
Unchecked Copy BoxPhl 4:20 - τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Unchecked Copy BoxPhl 4:21 - Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί
Unchecked Copy BoxPhl 4:22 - ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας
Unchecked Copy BoxPhl 4:23 - χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν ἀμην πρός Φιλιππησίους ἐγράφη ἀπό Ῥώμης δι᾽ Ἐπαφροδίτου
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Philippians Chapter 4 — Additional Translations: