TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ματθαίος (Matthew) 27 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Mar 15:1; Luk 23:1; Jhn 18:28 )
Unchecked Copy BoxMat 27:1 - Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
Unchecked Copy BoxMat 27:2 - καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι
(Act 1:18, 19 )
Unchecked Copy BoxMat 27:3 - Τότε ἰδὼν Ἰούδας παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἀπέστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις
Unchecked Copy BoxMat 27:4 - λέγων, Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον οἱ δὲ εἶπον, Τί πρὸς ἡμᾶς σὺ ὄψει
Unchecked Copy BoxMat 27:5 - καὶ ῥίψας τὰ ἀργύρια ἕν τῷ ναῷ ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο
Unchecked Copy BoxMat 27:6 - οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν ἐπεὶ τιμὴ αἵματός ἐστιν
Unchecked Copy BoxMat 27:7 - συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις
Unchecked Copy BoxMat 27:8 - διὸ ἐκλήθη ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον
Unchecked Copy BoxMat 27:9 - τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ
Unchecked Copy BoxMat 27:10 - καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέν μοι κύριος
(Mar 15:2–5; Luk 23:2–5; Jhn 18:29–38 )
Unchecked Copy BoxMat 27:11 - δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ἡγεμὼν λέγων, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ Ἰησοῦς ἔφη αὐτῷ Σὺ λέγεις
Unchecked Copy BoxMat 27:12 - καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο
Unchecked Copy BoxMat 27:13 - τότε λέγει αὐτῷ Πιλᾶτος Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν
Unchecked Copy BoxMat 27:14 - καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν
(Mar 15:6–15; Luk 23:13–25; Jhn 18:39, 40 )
Unchecked Copy BoxMat 27:15 - Κατὰ δὲ ἑορτὴν εἰώθει ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον
Unchecked Copy BoxMat 27:16 - εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν
Unchecked Copy BoxMat 27:17 - συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς Πιλᾶτος Τίνα θέλετε ἀπολύσω ὑμῖν Βαραββᾶν Ἰησοῦν τὸν λεγόμενον Χριστόν
Unchecked Copy BoxMat 27:18 - ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν
Unchecked Copy BoxMat 27:19 - Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν
Unchecked Copy BoxMat 27:20 - Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν
Unchecked Copy BoxMat 27:21 - ἀποκριθεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν οἱ δὲ εἰπον, Βαραββᾶν
Unchecked Copy BoxMat 27:22 - λέγει αὐτοῖς Πιλᾶτος Τί οὐν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες Σταυρωθήτω
Unchecked Copy BoxMat 27:23 - δὲ ἡγεμὼν ἔφη Τί γὰρ κακὸν ἐποίησεν οἱ δὲ περισσῶς ἔκραζον λέγοντες Σταυρωθήτω
Unchecked Copy BoxMat 27:24 - ἰδὼν δὲ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε
Unchecked Copy BoxMat 27:25 - καὶ ἀποκριθεὶς πᾶς λαὸς εἶπεν Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν
Unchecked Copy BoxMat 27:26 - τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ
(Mar 15:16–20 )
Unchecked Copy BoxMat 27:27 - Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν
Unchecked Copy BoxMat 27:28 - καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην
Unchecked Copy BoxMat 27:29 - καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες Χαῖρε βασιλεῦς τῶν Ἰουδαίων
Unchecked Copy BoxMat 27:30 - καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ
Unchecked Copy BoxMat 27:31 - καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι
(Mar 15:21–32; Luk 23:26–43; Jhn 19:17–27 )
Unchecked Copy BoxMat 27:32 - Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
Unchecked Copy BoxMat 27:33 - Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ ὅς ἐστιν λεγόμενος Κρανίου Τόπος
Unchecked Copy BoxMat 27:34 - ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελεν πιεῖν
Unchecked Copy BoxMat 27:35 - σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου, διεμερίσαντο τὰ ἱμάτια μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον,
Unchecked Copy BoxMat 27:36 - καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ
Unchecked Copy BoxMat 27:37 - καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς βασιλεῦς τῶν Ἰουδαίων
Unchecked Copy BoxMat 27:38 - Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων
Unchecked Copy BoxMat 27:39 - Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
Unchecked Copy BoxMat 27:40 - καὶ λέγοντες καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ θεοῦ κατάβηθι ἀπὸ τοῦ σταυροῦ
Unchecked Copy BoxMat 27:41 - ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον
Unchecked Copy BoxMat 27:42 - Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστιν καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν αὐτῷ
Unchecked Copy BoxMat 27:43 - πέποιθεν ἐπὶ τὸν θεόν· ῥυσάσθω νῦν αὐτόν· εἰ θέλει αὐτόν, εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός
Unchecked Copy BoxMat 27:44 - τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτῷ
(Mar 15:33–41; Luk 23:44–49; Jhn 19:28–30 )
Unchecked Copy BoxMat 27:45 - Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης
Unchecked Copy BoxMat 27:46 - περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, Ηλι ηλι λαμὰ σαβαχθανι τοῦτ᾽ ἔστιν Θεέ μου θεέ μου ἱνατί με ἐγκατέλιπες
Unchecked Copy BoxMat 27:47 - τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος
Unchecked Copy BoxMat 27:48 - καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν
Unchecked Copy BoxMat 27:49 - οἱ δὲ λοιποὶ ἔλεγον Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν
Unchecked Copy BoxMat 27:50 - δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα
Unchecked Copy BoxMat 27:51 - Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω καὶ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν
Unchecked Copy BoxMat 27:52 - καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,
Unchecked Copy BoxMat 27:53 - καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς
Unchecked Copy BoxMat 27:54 - δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος
Unchecked Copy BoxMat 27:55 - Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
Unchecked Copy BoxMat 27:56 - ἐν αἷς ἦν Μαρία Μαγδαληνὴ καὶ Μαρία τοῦ Ἰακώβου καὶ Ἰωσὴ μήτηρ καὶ μήτηρ τῶν υἱῶν Ζεβεδαίου
(Mar 15:42–47; Luk 23:50–56; Jhn 19:38–42 )
Unchecked Copy BoxMat 27:57 - Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσεν τῷ Ἰησοῦ·
Unchecked Copy BoxMat 27:58 - οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ τότε Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα
Unchecked Copy BoxMat 27:59 - καὶ λαβὼν τὸ σῶμα Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ
Unchecked Copy BoxMat 27:60 - καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν
Unchecked Copy BoxMat 27:61 - ἦν δὲ ἐκεῖ Μαρία Μαγδαληνὴ καὶ ἄλλη Μαριά καθήμεναι ἀπέναντι τοῦ τάφου
Unchecked Copy BoxMat 27:62 - Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
Unchecked Copy BoxMat 27:63 - λέγοντες Κύριε ἐμνήσθημεν ὅτι ἐκεῖνος πλάνος εἶπεν ἔτι ζῶν Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι
Unchecked Copy BoxMat 27:64 - κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ Ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἔσται ἐσχάτη πλάνη χείρων τῆς πρώτης
Unchecked Copy BoxMat 27:65 - ἔφη δὲ αὐτοῖς Πιλᾶτος Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε
Unchecked Copy BoxMat 27:66 - οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Matthew Chapter 27 — Additional Translations: