TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ματθαίος (Matthew) 25 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxMat 25:1 - Τότε ὁμοιωθήσεται βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἀυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου
Unchecked Copy BoxMat 25:2 - πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ
Unchecked Copy BoxMat 25:3 - αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν, ἔλαιον
Unchecked Copy BoxMat 25:4 - αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων ἀυτῶν
Unchecked Copy BoxMat 25:5 - χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον
Unchecked Copy BoxMat 25:6 - μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδού, νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ
Unchecked Copy BoxMat 25:7 - τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἀυτῶν
Unchecked Copy BoxMat 25:8 - αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται
Unchecked Copy BoxMat 25:9 - ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς
Unchecked Copy BoxMat 25:10 - ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ ἀὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη θύρα
Unchecked Copy BoxMat 25:11 - ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι Κύριε κύριε ἄνοιξον ἡμῖν
Unchecked Copy BoxMat 25:12 - δὲ ἀποκριθεὶς εἶπεν Ἀμὴν λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς
Unchecked Copy BoxMat 25:13 - Γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν υἱὸς τοῦ ἀνθρώπου ἔρχεται
(Luk 19:11–27 )
Unchecked Copy BoxMat 25:14 - Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ
Unchecked Copy BoxMat 25:15 - καὶ μὲν ἔδωκεν πέντε τάλαντα δὲ δύο δὲ ἕν ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν καὶ ἀπεδήμησεν εὐθέως
Unchecked Copy BoxMat 25:16 - πορευθεὶς δέ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα
Unchecked Copy BoxMat 25:17 - ὡσαύτως καὶ τὰ δύο ἐκέρδησεν καὶ αὐτὸς ἄλλα δύο
Unchecked Copy BoxMat 25:18 - δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἓν τῇ γῇ καὶ ἀπέκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ
Unchecked Copy BoxMat 25:19 - μετὰ δὲ χρόνον πολὺν ἔρχεται κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾽ αὐτῶν λόγον
Unchecked Copy BoxMat 25:20 - καὶ προσελθὼν τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, Κύριε πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς
Unchecked Copy BoxMat 25:21 - ἔφη δέ αὐτῷ κύριος αὐτοῦ Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου
Unchecked Copy BoxMat 25:22 - προσελθὼν δὲ καὶ τὰ δύο τάλαντα λαβών εἰπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς
Unchecked Copy BoxMat 25:23 - ἔφη αὐτῷ κύριος αὐτοῦ Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου
Unchecked Copy BoxMat 25:24 - προσελθὼν δὲ καὶ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν Κύριε ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας
Unchecked Copy BoxMat 25:25 - καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν
Unchecked Copy BoxMat 25:26 - ἀποκριθεὶς δὲ κύριος αὐτοῦ εἶπεν αὐτῷ Πονηρὲ δοῦλε καὶ ὀκνηρέ ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα
Unchecked Copy BoxMat 25:27 - ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριον μου τοῖς τραπεζίταις καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ
Unchecked Copy BoxMat 25:28 - ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
Unchecked Copy BoxMat 25:29 - τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ
Unchecked Copy BoxMat 25:30 - καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
Unchecked Copy BoxMat 25:31 - Ὅταν δὲ ἔλθῃ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·
Unchecked Copy BoxMat 25:32 - καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων ὥσπερ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων
Unchecked Copy BoxMat 25:33 - καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων
Unchecked Copy BoxMat 25:34 - τότε ἐρεῖ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου
Unchecked Copy BoxMat 25:35 - ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν ἐδίψησα καὶ ἐποτίσατέ με ξένος ἤμην καὶ συνηγάγετέ με
Unchecked Copy BoxMat 25:36 - γυμνὸς καὶ περιεβάλετέ με ἠσθένησα καὶ ἐπεσκέψασθέ με ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με
Unchecked Copy BoxMat 25:37 - τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες Κύριε πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν διψῶντα καὶ ἐποτίσαμεν
Unchecked Copy BoxMat 25:38 - πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν γυμνὸν καὶ περιεβάλομεν
Unchecked Copy BoxMat 25:39 - πότε δέ σε εἴδομεν ἀσθενῆ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε
Unchecked Copy BoxMat 25:40 - καὶ ἀποκριθεὶς βασιλεὺς ἐρεῖ αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε
Unchecked Copy BoxMat 25:41 - Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ
Unchecked Copy BoxMat 25:42 - ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με
Unchecked Copy BoxMat 25:43 - ξένος ἤμην καὶ οὐ συνηγάγετέ με γυμνὸς καὶ οὐ περιεβάλετέ με ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με
Unchecked Copy BoxMat 25:44 - τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες Κύριε πότε σε εἴδομεν πεινῶντα διψῶντα ξένον γυμνὸν ἀσθενῆ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι
Unchecked Copy BoxMat 25:45 - τότε ἀποκριθήσεται αὐτοῖς λέγων, Ἀμὴν λέγω ὑμῖν ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε
Unchecked Copy BoxMat 25:46 - καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Matthew Chapter 25 — Additional Translations: