TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ματθαίος (Matthew) 24 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Mar 13:1, 2; Luk 21:5, 6 )
Unchecked Copy BoxMat 24:1 - Καὶ ἐξελθὼν Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ
Unchecked Copy BoxMat 24:2 - δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ βλέπετε πάντα ταῦτα ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθήσεται
(Mar 13:3–13; Luk 21:7–19 )
Unchecked Copy BoxMat 24:3 - Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος
Unchecked Copy BoxMat 24:4 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
Unchecked Copy BoxMat 24:5 - πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγώ εἰμι Χριστός, καὶ πολλοὺς πλανήσουσιν
Unchecked Copy BoxMat 24:6 - μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι ἀλλ᾽ οὔπω ἐστὶν τὸ τέλος
Unchecked Copy BoxMat 24:7 - ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται λιμοὶ καὶ λοιμοί καὶ σεισμοὶ κατὰ τόπους·
Unchecked Copy BoxMat 24:8 - πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων
Unchecked Copy BoxMat 24:9 - τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου
Unchecked Copy BoxMat 24:10 - καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
Unchecked Copy BoxMat 24:11 - καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
Unchecked Copy BoxMat 24:12 - καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἀγάπη τῶν πολλῶν
Unchecked Copy BoxMat 24:13 - δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται
Unchecked Copy BoxMat 24:14 - καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν καὶ τότε ἥξει τὸ τέλος
(Mar 13:14–23; Luk 17:23, 24, 37; 21:20–24 )
Unchecked Copy BoxMat 24:15 - Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ ἀναγινώσκων νοείτω
Unchecked Copy BoxMat 24:16 - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπί τὰ ὄρη
Unchecked Copy BoxMat 24:17 - ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τι ἐκ τῆς οἰκίας αὐτοῦ
Unchecked Copy BoxMat 24:18 - καὶ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ
Unchecked Copy BoxMat 24:19 - οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις
Unchecked Copy BoxMat 24:20 - προσεύχεσθε δὲ ἵνα μὴ γένηται φυγὴ ὑμῶν χειμῶνος μηδὲ ἐν σαββάτῳ
Unchecked Copy BoxMat 24:21 - ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ οὐ μὴ γένηται
Unchecked Copy BoxMat 24:22 - καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι
Unchecked Copy BoxMat 24:23 - τότε ἐάν τις ὑμῖν εἴπῃ Ἰδού, ὧδε Χριστός, ἤ, Ὧδε, μὴ πιστεύσητε·
Unchecked Copy BoxMat 24:24 - ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς·
Unchecked Copy BoxMat 24:25 - ἰδού, προείρηκα ὑμῖν
Unchecked Copy BoxMat 24:26 - ἐὰν οὖν εἴπωσιν ὑμῖν Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις μὴ πιστεύσητε·
Unchecked Copy BoxMat 24:27 - ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Unchecked Copy BoxMat 24:28 - ὅπου γὰρ ἐὰν τὸ πτῶμα ἐκεῖ συναχθήσονται οἱ ἀετοί
(Mar 13:24–27; Luk 21:25–28 )
Unchecked Copy BoxMat 24:29 - Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ἥλιος σκοτισθήσεται καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται
Unchecked Copy BoxMat 24:30 - καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
Unchecked Copy BoxMat 24:31 - καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν
(Mar 13:28–31; Luk 21:29–33 )
Unchecked Copy BoxMat 24:32 - Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
Unchecked Copy BoxMat 24:33 - οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε πάντα ταῦτα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις
Unchecked Copy BoxMat 24:34 - ἀμὴν λέγω ὑμῖν οὐ μὴ παρέλθῃ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται
Unchecked Copy BoxMat 24:35 - οὐρανὸς καὶ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν
(Mar 13:32–37; Luk 17:26, 27, 34, 35; 21:34–36 )
Unchecked Copy BoxMat 24:36 - Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν εἰ μὴ πατὴρ μου μόνος
Unchecked Copy BoxMat 24:37 - ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου
Unchecked Copy BoxMat 24:38 - ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν
Unchecked Copy BoxMat 24:39 - καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν κατακλυσμὸς καὶ ἦρεν ἅπαντας οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου
Unchecked Copy BoxMat 24:40 - τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·
Unchecked Copy BoxMat 24:41 - δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται καὶ μία ἀφίεται
Unchecked Copy BoxMat 24:42 - γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ κύριος ὑμῶν ἔρχεται
Unchecked Copy BoxMat 24:43 - ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ φυλακῇ κλέπτης ἔρχεται ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ
Unchecked Copy BoxMat 24:44 - διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται
(Luk 12:41–48 )
Unchecked Copy BoxMat 24:45 - Τίς ἄρα ἐστὶν πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ
Unchecked Copy BoxMat 24:46 - μακάριος δοῦλος ἐκεῖνος ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως
Unchecked Copy BoxMat 24:47 - ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν
Unchecked Copy BoxMat 24:48 - ἐὰν δὲ εἴπῃ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει κύριος μου ἐλθεῖν,
Unchecked Copy BoxMat 24:49 - καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων
Unchecked Copy BoxMat 24:50 - ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει
Unchecked Copy BoxMat 24:51 - καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Matthew Chapter 24 — Additional Translations: