TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 4 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Mat 4:1–11; Mar 1:12, 13 )
Unchecked Copy BoxLuk 4:1 - Ἰησοῦς δὲ πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τήν ἐρήμον
Unchecked Copy BoxLuk 4:2 - ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασεν
Unchecked Copy BoxLuk 4:3 - καὶ Εἶπεν αὐτῷ διάβολος Εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος
Unchecked Copy BoxLuk 4:4 - καὶ ἀπεκρίθη Ἰησοῦς πρὸς αὐτὸν λέγων, Γέγραπται ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι Θεοῦ
Unchecked Copy BoxLuk 4:5 - Καὶ ἀναγαγὼν αὐτὸν διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου
Unchecked Copy BoxLuk 4:6 - καὶ εἶπεν αὐτῷ διάβολος Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν ὅτι ἐμοὶ παραδέδοται καὶ ἐὰν θέλω δίδωμι αὐτήν·
Unchecked Copy BoxLuk 4:7 - σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον μοῦ, ἔσται σοῦ πάντα
Unchecked Copy BoxLuk 4:8 - καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν Ἰησοῦς Ὑπαγε ὀπίσω μου, Σατανᾶ· Γέγραπται γὰρ προσκυνήσεις Κύριον τὸν θεόν σου καὶ αὐτῷ μόνῳ λατρεύσεις
Unchecked Copy BoxLuk 4:9 - καὶ Ἤγαγεν αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ Εἰ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
Unchecked Copy BoxLuk 4:10 - γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε
Unchecked Copy BoxLuk 4:11 - καὶ ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου
Unchecked Copy BoxLuk 4:12 - καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Εἴρηται Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου
Unchecked Copy BoxLuk 4:13 - Καὶ συντελέσας πάντα πειρασμὸν διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ
(Mat 4:12–17; Mar 1:14, 15 )
Unchecked Copy BoxLuk 4:14 - Καὶ ὑπέστρεψεν Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ
Unchecked Copy BoxLuk 4:15 - καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων
(Mat 13:54–58; Mar 6:1–6 )
Unchecked Copy BoxLuk 4:16 - Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ οὗ ἦν τεθραμμένος καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν καὶ ἀνέστη ἀναγνῶναι
Unchecked Copy BoxLuk 4:17 - καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον
Unchecked Copy BoxLuk 4:18 - Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ οὗ ἕνεκεν ἔχρισέν με εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέν με ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει
Unchecked Copy BoxLuk 4:19 - κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν
Unchecked Copy BoxLuk 4:20 - καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ
Unchecked Copy BoxLuk 4:21 - ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν
Unchecked Copy BoxLuk 4:22 - Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον Οὐχ οὗτος ἐστιν υἱός Ἰωσὴφ
Unchecked Copy BoxLuk 4:23 - καὶ εἶπεν πρὸς αὐτούς Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου
Unchecked Copy BoxLuk 4:24 - εἶπεν δέ Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ
Unchecked Copy BoxLuk 4:25 - ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ ὅτε ἐκλείσθη οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν
Unchecked Copy BoxLuk 4:26 - καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδῶνος πρὸς γυναῖκα χήραν
Unchecked Copy BoxLuk 4:27 - καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ἐλισσαίου τοῦ προφήτου ἐν τῷ Ἰσραὴλ καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν Σύρος
Unchecked Copy BoxLuk 4:28 - καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα
Unchecked Copy BoxLuk 4:29 - καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ πόλις αὐτῶν ᾠκοδόμητο εἰς τὸ κατακρημνίσαι αὐτόν·
Unchecked Copy BoxLuk 4:30 - αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο
(Mar 1:21–28 )
Unchecked Copy BoxLuk 4:31 - Καὶ κατῆλθεν εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν·
Unchecked Copy BoxLuk 4:32 - καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ὅτι ἐν ἐξουσίᾳ ἦν λόγος αὐτοῦ
Unchecked Copy BoxLuk 4:33 - καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ
Unchecked Copy BoxLuk 4:34 - λέγων, Ἔα τί ἡμῖν καὶ σοί Ἰησοῦ Ναζαρηνέ ἦλθες ἀπολέσαι ἡμᾶς οἶδά σε τίς εἶ ἅγιος τοῦ θεοῦ
Unchecked Copy BoxLuk 4:35 - καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων, Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν
Unchecked Copy BoxLuk 4:36 - καὶ ἐγένετο θάμβος ἐπὶ πάντας καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες Τίς λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν καὶ ἐξέρχονται
Unchecked Copy BoxLuk 4:37 - καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου
(Mat 8:14, 15; Mar 1:29–31 )
Unchecked Copy BoxLuk 4:38 - Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς
Unchecked Copy BoxLuk 4:39 - καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς
(Mat 8:16, 17; Mar 1:32–34 )
Unchecked Copy BoxLuk 4:40 - Δύνοντος δὲ τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς
Unchecked Copy BoxLuk 4:41 - ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κράζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι
(Mat 4:23–25; Mar 1:35–39 )
Unchecked Copy BoxLuk 4:42 - Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐζήτουν αὐτόν καὶ ἦλθον ἕως αὐτοῦ καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν
Unchecked Copy BoxLuk 4:43 - δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ ὅτι εἲς τοῦτο ἀπεστάλμαι
Unchecked Copy BoxLuk 4:44 - καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς τῆς Γαλιλαίας
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 4 — Additional Translations: