TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 19 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLuk 19:1 - Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ
Unchecked Copy BoxLuk 19:2 - καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ οὗτος ἦν πλούσιος·
Unchecked Copy BoxLuk 19:3 - καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν
Unchecked Copy BoxLuk 19:4 - καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν, ἵνα ἴδῃ αὐτόν ὅτι δι᾽ ἐκείνης ἤμελλεν διέρχεσθαι
Unchecked Copy BoxLuk 19:5 - καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας Ἰησοῦς εἶδεν αὐτόν· καὶ εἶπεν πρὸς αὐτόν, Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι
Unchecked Copy BoxLuk 19:6 - καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων
Unchecked Copy BoxLuk 19:7 - καὶ ἰδόντες ἅπαντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι
Unchecked Copy BoxLuk 19:8 - σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου κύριε δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν
Unchecked Copy BoxLuk 19:9 - εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
Unchecked Copy BoxLuk 19:10 - ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός
(Mat 25:14–30 )
Unchecked Copy BoxLuk 19:11 - Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἰερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι
Unchecked Copy BoxLuk 19:12 - εἶπεν οὖν Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι
Unchecked Copy BoxLuk 19:13 - καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς Πραγματεύσασθε ἕως ἔρχομαι
Unchecked Copy BoxLuk 19:14 - οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς
Unchecked Copy BoxLuk 19:15 - Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν τὸ ἀργύριον ἵνα γνῷ τίς τί διεπραγματεύσατο
Unchecked Copy BoxLuk 19:16 - παρεγένετο δὲ πρῶτος λέγων, Κύριε μνᾶ σου προσειργάσατο δέκα μνᾶς
Unchecked Copy BoxLuk 19:17 - καὶ εἶπεν αὐτῷ Εὖ, ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων
Unchecked Copy BoxLuk 19:18 - καὶ ἦλθεν δεύτερος λέγων, Κύριε μνᾶ σου ἐποίησεν πέντε μνᾶς
Unchecked Copy BoxLuk 19:19 - εἶπεν δὲ καὶ τούτῳ Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων
Unchecked Copy BoxLuk 19:20 - καὶ ἕτερος ἦλθεν λέγων, Κύριε ἰδού, μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
Unchecked Copy BoxLuk 19:21 - ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις οὐκ ἔθηκας καὶ θερίζεις οὐκ ἔσπειρας
Unchecked Copy BoxLuk 19:22 - λέγει δὲ αὐτῷ Ἐκ τοῦ στόματός σου κρινῶ σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων οὐκ ἔθηκα καὶ θερίζων οὐκ ἔσπειρα
Unchecked Copy BoxLuk 19:23 - καὶ δια τί οὐκ ἔδωκάς τὸ ἀργύριον μου ἐπὶ τὴν τράπεζαν καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτὸ
Unchecked Copy BoxLuk 19:24 - καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι
Unchecked Copy BoxLuk 19:25 - καὶ εἶπον αὐτῷ Κύριε ἔχει δέκα μνᾶς
Unchecked Copy BoxLuk 19:26 - λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ
Unchecked Copy BoxLuk 19:27 - πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου
(Mat 21:1–11; Mar 11:1–11; Jhn 12:12–19 )
Unchecked Copy BoxLuk 19:28 - Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα
Unchecked Copy BoxLuk 19:29 - Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ,
Unchecked Copy BoxLuk 19:30 - εἰπὼν, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν λύσαντες αὐτὸν ἀγάγετε
Unchecked Copy BoxLuk 19:31 - καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ Δια τί λύετε οὕτως ἐρεῖτε αὐτῷ, ὅτι κύριος αὐτοῦ χρείαν ἔχει
Unchecked Copy BoxLuk 19:32 - ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς
Unchecked Copy BoxLuk 19:33 - λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς Τί λύετε τὸν πῶλον
Unchecked Copy BoxLuk 19:34 - οἱ δὲ εἶπον κύριος αὐτοῦ χρείαν ἔχει
Unchecked Copy BoxLuk 19:35 - καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν
Unchecked Copy BoxLuk 19:36 - πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ
Unchecked Copy BoxLuk 19:37 - Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
Unchecked Copy BoxLuk 19:38 - λέγοντες Εὐλογημένος ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις
Unchecked Copy BoxLuk 19:39 - καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν Διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου
Unchecked Copy BoxLuk 19:40 - καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται
Unchecked Copy BoxLuk 19:41 - Καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτή,
Unchecked Copy BoxLuk 19:42 - λέγων ὅτι Εἰ ἔγνως καὶ σὺ καὶ γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου·
Unchecked Copy BoxLuk 19:43 - ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
Unchecked Copy BoxLuk 19:44 - καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν ἐν σοί λίθον ἐπὶ λίθῳ· ἀνθ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου
(Mat 21:12–17; Mar 11:15–19; Jhn 2:12–25 )
Unchecked Copy BoxLuk 19:45 - Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ Καὶ ἀγοράζοντας,
Unchecked Copy BoxLuk 19:46 - λέγων αὐτοῖς, Γέγραπται οἰκός μου οἰκος προσευχῆς ἐστίν, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν
Unchecked Copy BoxLuk 19:47 - Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ
Unchecked Copy BoxLuk 19:48 - καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 19 — Additional Translations: