TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 11 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Mat 6:9–15 )
Unchecked Copy BoxLuk 11:1 - Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν Κύριε δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ
Unchecked Copy BoxLuk 11:2 - εἶπεν δὲ αὐτοῖς Ὅταν προσεύχησθε λέγετε Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοις, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ, καὶ ἐπὶ τὴς γὴς
Unchecked Copy BoxLuk 11:3 - τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν·
Unchecked Copy BoxLuk 11:4 - καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ
Unchecked Copy BoxLuk 11:5 - Καὶ εἶπεν πρὸς αὐτούς Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ Φίλε χρῆσόν μοι τρεῖς ἄρτους
Unchecked Copy BoxLuk 11:6 - ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω παραθήσω αὐτῷ·
Unchecked Copy BoxLuk 11:7 - κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ Μή μοι κόπους πάρεχε· ἤδη θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι
Unchecked Copy BoxLuk 11:8 - λέγω ὑμῖν εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει
(Mat 7:7–11 )
Unchecked Copy BoxLuk 11:9 - κἀγὼ ὑμῖν λέγω αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν·
Unchecked Copy BoxLuk 11:10 - πᾶς γὰρ αἰτῶν λαμβάνει καὶ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται
Unchecked Copy BoxLuk 11:11 - τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει υἱὸς ἄρτον, μὴ λὶθον ἐπιδώσει αὐτῷ εἰ καὶ ἰχθύν μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ
Unchecked Copy BoxLuk 11:12 - καὶ ἐὰν αἰτήσῃ ᾠόν μὴ ἐπιδώσει αὐτῷ σκορπίον
Unchecked Copy BoxLuk 11:13 - εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον πατὴρ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν
(Mat 12:22–30; Mar 3:22–27 )
Unchecked Copy BoxLuk 11:14 - Καὶ ἦν ἐκβάλλων δαιμόνιον καὶ αὐτὸ ἦν κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι
Unchecked Copy BoxLuk 11:15 - τινὲς δὲ ἐξ αὐτῶν εἶπον Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·
Unchecked Copy BoxLuk 11:16 - ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ
Unchecked Copy BoxLuk 11:17 - αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται καὶ οἶκος ἐπὶ οἶκον πίπτει
Unchecked Copy BoxLuk 11:18 - εἰ δὲ καὶ Σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη πῶς σταθήσεται βασιλεία αὐτοῦ ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια
Unchecked Copy BoxLuk 11:19 - εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται
Unchecked Copy BoxLuk 11:20 - εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ
Unchecked Copy BoxLuk 11:21 - ὅταν ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·
Unchecked Copy BoxLuk 11:22 - ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ἐπεποίθει καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν
Unchecked Copy BoxLuk 11:23 - μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν καὶ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει
(Mat 12:43–45 )
Unchecked Copy BoxLuk 11:24 - Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον· λέγει Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον·
Unchecked Copy BoxLuk 11:25 - καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον
Unchecked Copy BoxLuk 11:26 - τότε πορεύεται καὶ παραλαμβάνει ἑπτά ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων
Unchecked Copy BoxLuk 11:27 - Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ Μακαρία κοιλία βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας
Unchecked Copy BoxLuk 11:28 - αὐτὸς δὲ εἶπεν μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες αὐτὸν
(Mat 12:38–42 )
Unchecked Copy BoxLuk 11:29 - Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν γενεὰ αὕτη πονηρά ἐστιν· σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου·
Unchecked Copy BoxLuk 11:30 - καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευίταις οὕτως ἔσται καὶ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ
Unchecked Copy BoxLuk 11:31 - βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδού, πλεῖον Σολομῶντος ὧδε
Unchecked Copy BoxLuk 11:32 - ἄνδρες Νινευΐ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε
(Mat 6:22, 23 )
Unchecked Copy BoxLuk 11:33 - Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτόν τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν
Unchecked Copy BoxLuk 11:34 - λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός ὅταν οὖν ὀφθαλμός σου ἁπλοῦς καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς καὶ τὸ σῶμά σου σκοτεινόν
Unchecked Copy BoxLuk 11:35 - σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν
Unchecked Copy BoxLuk 11:36 - εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν μὴ ἔχον τι μέρος σκοτεινόν ἔσται φωτεινὸν ὅλον ὡς ὅταν λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε
Unchecked Copy BoxLuk 11:37 - Ἐν δὲ τῷ λαλῆσαι ἠρωτᾷ αὐτὸν Φαρισαῖος τις ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν
Unchecked Copy BoxLuk 11:38 - δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου
Unchecked Copy BoxLuk 11:39 - εἶπεν δὲ κύριος πρὸς αὐτόν Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας
Unchecked Copy BoxLuk 11:40 - ἄφρονες οὐχ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν
Unchecked Copy BoxLuk 11:41 - πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν
Unchecked Copy BoxLuk 11:42 - ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι
Unchecked Copy BoxLuk 11:43 - οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
Unchecked Copy BoxLuk 11:44 - οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν
Unchecked Copy BoxLuk 11:45 - Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ Διδάσκαλε ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις
Unchecked Copy BoxLuk 11:46 - δὲ εἶπεν Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις
Unchecked Copy BoxLuk 11:47 - οὐαὶ ὑμῖν ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς
Unchecked Copy BoxLuk 11:48 - ἄρα μάρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα
Unchecked Copy BoxLuk 11:49 - διὰ τοῦτο καὶ σοφία τοῦ θεοῦ εἶπεν Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ἐκδιώξουσιν·
Unchecked Copy BoxLuk 11:50 - ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης
Unchecked Copy BoxLuk 11:51 - ἀπὸ τοῦ αἵματος Ἅβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί λέγω ὑμῖν ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης
Unchecked Copy BoxLuk 11:52 - οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε
Unchecked Copy BoxLuk 11:53 - λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτοὺς, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων
Unchecked Copy BoxLuk 11:54 - ἐνεδρεύοντες αὐτὸν καὶ ζητοὺντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ ἵνα κατηγορήσωσιν αὐτοῦ.
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 11 — Additional Translations: