TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 10 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLuk 10:1 - Μετὰ δὲ ταῦτα ἀνέδειξεν κύριος καὶ ἑτέρους ἑβδομήκοντα καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι
Unchecked Copy BoxLuk 10:2 - ἔλεγεν οὖν πρὸς αὐτούς μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ
Unchecked Copy BoxLuk 10:3 - ὑπάγετε· ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων
Unchecked Copy BoxLuk 10:4 - μὴ βαστάζετε βαλάντιον, μὴ πήραν μηδὲ ὑποδήματα καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε
Unchecked Copy BoxLuk 10:5 - εἰς ἣν δ᾽ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε Εἰρήνη τῷ οἴκῳ τούτῳ
Unchecked Copy BoxLuk 10:6 - καὶ ἐὰν μέν ἐκεῖ υἱὸς εἰρήνης ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει
Unchecked Copy BoxLuk 10:7 - ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
Unchecked Copy BoxLuk 10:8 - καὶ εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν
Unchecked Copy BoxLuk 10:9 - καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς Ἤγγικεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ
Unchecked Copy BoxLuk 10:10 - εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε
Unchecked Copy BoxLuk 10:11 - Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ
Unchecked Copy BoxLuk 10:12 - λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται τῇ πόλει ἐκείνῃ
(Mat 11:20–24 )
Unchecked Copy BoxLuk 10:13 - Οὐαί σοι Χωραζίν οὐαί σοι Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν
Unchecked Copy BoxLuk 10:14 - πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ὑμῖν
Unchecked Copy BoxLuk 10:15 - καὶ σύ Καπερναούμ, ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ
Unchecked Copy BoxLuk 10:16 - ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με
Unchecked Copy BoxLuk 10:17 - Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες Κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου
Unchecked Copy BoxLuk 10:18 - εἶπεν δὲ αὐτοῖς Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα
Unchecked Copy BoxLuk 10:19 - ἰδού, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ
Unchecked Copy BoxLuk 10:20 - πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς
(Mat 11:25–27 )
Unchecked Copy BoxLuk 10:21 - Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι Ἰησοῦς, καὶ εἶπεν Ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί πατήρ ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου
Unchecked Copy BoxLuk 10:22 - καὶ στραφείς πρός τούς μαθητάς εἶπεν Πάντα παρεδόθη μοι ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν υἱὸς εἰ μὴ πατήρ καὶ τίς ἐστιν πατὴρ εἰ μὴ υἱὸς καὶ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι
Unchecked Copy BoxLuk 10:23 - Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες βλέπετε
Unchecked Copy BoxLuk 10:24 - λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν
(Mat 22:34–40; Mar 12:28–34 )
Unchecked Copy BoxLuk 10:25 - Καὶ ἰδού, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν Καὶ λέγων, Διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
Unchecked Copy BoxLuk 10:26 - δὲ εἶπεν πρὸς αὐτόν Ἐν τῷ νόμῳ τί γέγραπται πῶς ἀναγινώσκεις
Unchecked Copy BoxLuk 10:27 - δὲ ἀποκριθεὶς εἶπεν Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν
Unchecked Copy BoxLuk 10:28 - εἶπεν δὲ αὐτῷ Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ
Unchecked Copy BoxLuk 10:29 - δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν Καὶ τίς ἐστίν μου πλησίον
Unchecked Copy BoxLuk 10:30 - ὑπολαβὼν δέ Ἰησοῦς εἶπεν Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα
Unchecked Copy BoxLuk 10:31 - κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν·
Unchecked Copy BoxLuk 10:32 - ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν
Unchecked Copy BoxLuk 10:33 - Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτὸν καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη
Unchecked Copy BoxLuk 10:34 - καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ
Unchecked Copy BoxLuk 10:35 - καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ, Ἐπιμελήθητι αὐτοῦ καὶ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι
Unchecked Copy BoxLuk 10:36 - τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς
Unchecked Copy BoxLuk 10:37 - δὲ εἶπεν ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ εἶπεν οὖν αὐτῷ Ἰησοῦς Πορεύου καὶ σὺ ποίει ὁμοίως
Unchecked Copy BoxLuk 10:38 - Ἐγένετο δὲ Ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν εἰς τὸν οἶκον αὑτῆς
Unchecked Copy BoxLuk 10:39 - καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριά, καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουεν τὸν λόγον αὐτοῦ
Unchecked Copy BoxLuk 10:40 - δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν Κύριε οὐ μέλει σοι ὅτι ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται
Unchecked Copy BoxLuk 10:41 - ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ Ἰησοῦς, Μάρθα Μάρθα μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά
Unchecked Copy BoxLuk 10:42 - ἑνὸς δέ ἐστιν χρεία· Μαριά δέ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 10 — Additional Translations: