TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Εβραίους (Hebrews) 7 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Gen 14:17–20 )
Unchecked Copy BoxHeb 7:1 - Οὗτος γὰρ Μελχισέδεκ βασιλεὺς Σαλήμ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν
Unchecked Copy BoxHeb 7:2 - καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ ἐστιν βασιλεὺς εἰρήνης
Unchecked Copy BoxHeb 7:3 - ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές
Unchecked Copy BoxHeb 7:4 - Θεωρεῖτε δὲ πηλίκος οὗτος καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων πατριάρχης
Unchecked Copy BoxHeb 7:5 - καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον τοῦτ᾽ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
Unchecked Copy BoxHeb 7:6 - δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν τὸν Ἀβραάμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν
Unchecked Copy BoxHeb 7:7 - χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται
Unchecked Copy BoxHeb 7:8 - καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ
Unchecked Copy BoxHeb 7:9 - καὶ ὡς ἔπος εἰπεῖν διὰ Ἀβραὰμ καὶ Λευὶ δεκάτας λαμβάνων δεδεκάτωται·
Unchecked Copy BoxHeb 7:10 - ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ
(Psa 110:4 )
Unchecked Copy BoxHeb 7:11 - Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν λαὸς γὰρ ἐπ᾽ αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι
Unchecked Copy BoxHeb 7:12 - μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται
Unchecked Copy BoxHeb 7:13 - ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν ἀφ᾽ ἡς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·
Unchecked Copy BoxHeb 7:14 - πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν κύριος ἡμῶν εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσυνής Μωσῆς ἐλάλησεν
Unchecked Copy BoxHeb 7:15 - καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος
Unchecked Copy BoxHeb 7:16 - ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίκης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου
Unchecked Copy BoxHeb 7:17 - μαρτυρεῖ γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ
Unchecked Copy BoxHeb 7:18 - ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές
Unchecked Copy BoxHeb 7:19 - οὐδὲν γὰρ ἐτελείωσεν νόμος ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι᾽ ἡς ἐγγίζομεν τῷ θεῷ
Unchecked Copy BoxHeb 7:20 - Καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας·
Unchecked Copy BoxHeb 7:21 - οἵ μέν γάρ χωρίς ὁρκωμοσίας εἰσιν ἱερεῖς γεγονότες δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ
Unchecked Copy BoxHeb 7:22 - κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς
Unchecked Copy BoxHeb 7:23 - καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
Unchecked Copy BoxHeb 7:24 - δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην·
Unchecked Copy BoxHeb 7:25 - ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ θεῷ πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν
Unchecked Copy BoxHeb 7:26 - Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς ὅσιος ἄκακος ἀμίαντος κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος
Unchecked Copy BoxHeb 7:27 - ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας
Unchecked Copy BoxHeb 7:28 - νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Hebrews Chapter 7 — Additional Translations: