TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Β΄ Τιμόθεο (2 Timothy) 4 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box2Ti 4:1 - Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
Unchecked Copy Box2Ti 4:2 - κήρυξον τὸν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ
Unchecked Copy Box2Ti 4:3 - ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
Unchecked Copy Box2Ti 4:4 - καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται
Unchecked Copy Box2Ti 4:5 - σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον
Unchecked Copy Box2Ti 4:6 - Ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ καιρὸς τῆς ἐμῆς ἀναλύσεώς ἐφέστηκεν
Unchecked Copy Box2Ti 4:7 - τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα·
Unchecked Copy Box2Ti 4:8 - λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πάσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ
Unchecked Copy Box2Ti 4:9 - Σπούδασον ἐλθεῖν πρός με ταχέως·
Unchecked Copy Box2Ti 4:10 - Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν·
Unchecked Copy Box2Ti 4:11 - Λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν
Unchecked Copy Box2Ti 4:12 - Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον
Unchecked Copy Box2Ti 4:13 - τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
Unchecked Copy Box2Ti 4:14 - Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
Unchecked Copy Box2Ti 4:15 - ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις
Unchecked Copy Box2Ti 4:16 - Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·
Unchecked Copy Box2Ti 4:17 - δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος
Unchecked Copy Box2Ti 4:18 - καὶ ῥύσεταί με κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Unchecked Copy Box2Ti 4:19 - Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον
Unchecked Copy Box2Ti 4:20 - Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα
Unchecked Copy Box2Ti 4:21 - Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες
Unchecked Copy Box2Ti 4:22 - κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου χάρις μεθ᾽ ὑμῶν ἀμήν πρός Τιμόθεον δευτέρᾳ τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπό Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρί Νέρωνι
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

2 Timothy Chapter 4 — Additional Translations: