MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Μάρκος (Mark) 7 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
(Mat 15:1–20 )
Unchecked Copy BoxMar 7:1 - καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων
Unchecked Copy BoxMar 7:2 - καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν τοῦτ᾽ ἔστιν ἀνίπτοις ἐσθίουσιν τοὺς ἄρτους
Unchecked Copy BoxMar 7:3 - οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων
Unchecked Copy BoxMar 7:4 - καὶ ἀπ᾽ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν παρέλαβον κρατεῖν βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν
Unchecked Copy BoxMar 7:5 - καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον
Unchecked Copy BoxMar 7:6 - δὲ εἶπεν αὐτοῖς καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν ὡς γέγραπται ὅτι οὗτος λαὸς τοῖς χείλεσίν με τιμᾷ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ
Unchecked Copy BoxMar 7:7 - μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
Unchecked Copy BoxMar 7:8 - ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων
Unchecked Copy BoxMar 7:9 - καὶ ἔλεγεν αὐτοῖς καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε
Unchecked Copy BoxMar 7:10 - Μωϋσῆς γὰρ εἶπεν τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου καί κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω
Unchecked Copy BoxMar 7:11 - ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ τῇ μητρί Κορβᾶν ἐστιν δῶρον ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
Unchecked Copy BoxMar 7:12 - οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ τῇ μητρί
Unchecked Copy BoxMar 7:13 - ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν παρεδώκατε καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε
Unchecked Copy BoxMar 7:14 - καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς ἀκούσατέ μου πάντες καὶ σύνετε
Unchecked Copy BoxMar 7:15 - οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν δύναται κοινῶσαι αὐτόν ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον
Unchecked Copy BoxMar 7:17 - καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν
Unchecked Copy BoxMar 7:18 - καὶ λέγει αὐτοῖς οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι
Unchecked Copy BoxMar 7:19 - ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ᾽ εἰς τὴν κοιλίαν καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται καθαρίζων πάντα τὰ βρώματα
Unchecked Copy BoxMar 7:20 - ἔλεγεν δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον
Unchecked Copy BoxMar 7:21 - ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται πορνεῖαι κλοπαί φόνοι (MGNT 7:22)μοιχεῖαι
Unchecked Copy BoxMar 7:22 - πλεονεξίαι πονηρίαι δόλος ἀσέλγεια ὀφθαλμὸς πονηρός βλασφημία ὑπερηφανία ἀφροσύνη
Unchecked Copy BoxMar 7:23 - πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον
(Mat 15:21–28 )
Unchecked Copy BoxMar 7:24 - ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν
Unchecked Copy BoxMar 7:25 - ἀλλ᾽ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ
Unchecked Copy BoxMar 7:26 - δὲ γυνὴ ἦν Ἑλληνίς Συροφοινίκισσα τῷ γένει καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς
Unchecked Copy BoxMar 7:27 - καὶ ἔλεγεν αὐτῇ ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν
Unchecked Copy BoxMar 7:28 - δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ κύριε καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων
Unchecked Copy BoxMar 7:29 - καὶ εἶπεν αὐτῇ διὰ τοῦτον τὸν λόγον ὕπαγε ἐξελήλυθεν ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον
Unchecked Copy BoxMar 7:30 - καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός
(Mat 15:29–31 )
Unchecked Copy BoxMar 7:31 - καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως
Unchecked Copy BoxMar 7:32 - καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα
Unchecked Copy BoxMar 7:33 - καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ
Unchecked Copy BoxMar 7:34 - καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν καὶ λέγει αὐτῷ εφφαθα ἐστιν διανοίχθητι
Unchecked Copy BoxMar 7:35 - καὶ εὐθέως ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί καὶ ἐλύθη δεσμὸς τῆς γλώσσης αὐτοῦ καὶ ἐλάλει ὀρθῶς
Unchecked Copy BoxMar 7:36 - καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν ὅσον δὲ αὐτοῖς διεστέλλετο αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον
Unchecked Copy BoxMar 7:37 - καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες καλῶς πάντα πεποίηκεν καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Mark Chapter 7 — Additional Translations: