MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 12 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
(Mat 10:26, 27 )
Unchecked Copy BoxLuk 12:1 - ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὥστε καταπατεῖν ἀλλήλους ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων
Unchecked Copy BoxLuk 12:2 - οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν οὐ γνωσθήσεται
Unchecked Copy BoxLuk 12:3 - ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται καὶ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων
(Mat 10:8–31 )
Unchecked Copy BoxLuk 12:4 - λέγω δὲ ὑμῖν τοῖς φίλοις μου μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι
Unchecked Copy BoxLuk 12:5 - ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν ναί λέγω ὑμῖν τοῦτον φοβήθητε
Unchecked Copy BoxLuk 12:6 - οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ
Unchecked Copy BoxLuk 12:7 - ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται μὴ φοβεῖσθε πολλῶν στρουθίων διαφέρετε
(Mat 10:32, 33 )
Unchecked Copy BoxLuk 12:8 - λέγω δὲ ὑμῖν πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ
Unchecked Copy BoxLuk 12:9 - δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ
Unchecked Copy BoxLuk 12:10 - καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται
Unchecked Copy BoxLuk 12:11 - ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ μεριμνήσητε πῶς τί ἀπολογήσησθε τί εἴπητε
Unchecked Copy BoxLuk 12:12 - τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ δεῖ εἰπεῖν
Unchecked Copy BoxLuk 12:13 - εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ διδάσκαλε εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν
Unchecked Copy BoxLuk 12:14 - δὲ εἶπεν αὐτῷ ἄνθρωπε τίς με κατέστησεν κριτὴν μεριστὴν ἐφ᾽ ὑμᾶς
Unchecked Copy BoxLuk 12:15 - εἶπεν δὲ πρὸς αὐτούς ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ
Unchecked Copy BoxLuk 12:16 - εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν χώρα
Unchecked Copy BoxLuk 12:17 - καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων τί ποιήσω ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου
Unchecked Copy BoxLuk 12:18 - καὶ εἶπεν τοῦτο ποιήσω καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου
Unchecked Copy BoxLuk 12:19 - καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχή ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά ἀναπαύου φάγε πίε εὐφραίνου
Unchecked Copy BoxLuk 12:20 - εἶπεν δὲ αὐτῷ θεός ἄφρων ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ δὲ ἡτοίμασας τίνι ἔσται
Unchecked Copy BoxLuk 12:21 - οὕτως θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν
(Mat 6:19–21, 25–34 )
Unchecked Copy BoxLuk 12:22 - εἶπεν δὲ πρὸς τοὺς μαθητάς αὐτοῦ διὰ τοῦτο λέγω ὑμῖν μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε
Unchecked Copy BoxLuk 12:23 - γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος
Unchecked Copy BoxLuk 12:24 - κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη καὶ θεὸς τρέφει αὐτούς πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν
Unchecked Copy BoxLuk 12:25 - τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν
Unchecked Copy BoxLuk 12:26 - εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε τί περὶ τῶν λοιπῶν μεριμνᾶτε
Unchecked Copy BoxLuk 12:27 - κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει οὐ κοπιᾷ οὐδὲ νήθει λέγω δὲ ὑμῖν οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων
Unchecked Copy BoxLuk 12:28 - εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον θεὸς οὕτως ἀμφιέζει πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι
Unchecked Copy BoxLuk 12:29 - καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε καὶ μὴ μετεωρίζεσθε
Unchecked Copy BoxLuk 12:30 - ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν ὑμῶν δὲ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων
Unchecked Copy BoxLuk 12:31 - πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ καὶ ταῦτα προστεθήσεται ὑμῖν
Unchecked Copy BoxLuk 12:32 - μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον ὅτι εὐδόκησεν πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν
Unchecked Copy BoxLuk 12:33 - πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει
Unchecked Copy BoxLuk 12:34 - ὅπου γάρ ἐστιν θησαυρὸς ὑμῶν ἐκεῖ καὶ καρδία ὑμῶν ἔσται
(Mat 24:42–51 )
Unchecked Copy BoxLuk 12:35 - ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι
Unchecked Copy BoxLuk 12:36 - καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ
Unchecked Copy BoxLuk 12:37 - μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν κύριος εὑρήσει γρηγοροῦντας ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς
Unchecked Copy BoxLuk 12:38 - κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως μακάριοί εἰσιν ἐκεῖνοι
Unchecked Copy BoxLuk 12:39 - τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ ὥρᾳ κλέπτης ἔρχεται οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ
Unchecked Copy BoxLuk 12:40 - καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται
Unchecked Copy BoxLuk 12:41 - εἶπεν δὲ Πέτρος κύριε πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις καὶ πρὸς πάντας
Unchecked Copy BoxLuk 12:42 - καὶ εἶπεν κύριος τίς ἄρα ἐστὶν πιστὸς οἰκονόμος φρόνιμος ὃν καταστήσει κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον
Unchecked Copy BoxLuk 12:43 - μακάριος δοῦλος ἐκεῖνος ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως
Unchecked Copy BoxLuk 12:44 - ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν
Unchecked Copy BoxLuk 12:45 - ἐὰν δὲ εἴπῃ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ χρονίζει κύριός μου ἔρχεσθαι καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι
Unchecked Copy BoxLuk 12:46 - ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει
Unchecked Copy BoxLuk 12:47 - ἐκεῖνος δὲ δοῦλος γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς
Unchecked Copy BoxLuk 12:48 - δὲ μὴ γνούς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας παντὶ δὲ ἐδόθη πολύ πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ καὶ παρέθεντο πολύ περισσότερον αἰτήσουσιν αὐτόν
(Mat 10:34–39 )
Unchecked Copy BoxLuk 12:49 - πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ τί θέλω εἰ ἤδη ἀνήφθη
Unchecked Copy BoxLuk 12:50 - βάπτισμα δὲ ἔχω βαπτισθῆναι καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ
Unchecked Copy BoxLuk 12:51 - δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ οὐχί λέγω ὑμῖν ἀλλ᾽ διαμερισμόν
Unchecked Copy BoxLuk 12:52 - ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν
Unchecked Copy BoxLuk 12:53 - διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί μήτηρ ἐπὶ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν
(Mat 16:1–4 )
Unchecked Copy BoxLuk 12:54 - ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν εὐθέως λέγετε ὅτι ὄμβρος ἔρχεται καὶ γίνεται οὕτως
Unchecked Copy BoxLuk 12:55 - καὶ ὅταν νότον πνέοντα λέγετε ὅτι καύσων ἔσται καὶ γίνεται
Unchecked Copy BoxLuk 12:56 - ὑποκριταί τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν
Unchecked Copy BoxLuk 12:57 - τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον
Unchecked Copy BoxLuk 12:58 - ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν καὶ κριτής σε παραδώσει τῷ πράκτορι καὶ πράκτωρ σε βαλεῖ εἰς φυλακήν
Unchecked Copy BoxLuk 12:59 - λέγω σοι οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 12 — Additional Translations: