MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιωάννης (John) 9 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJhn 9:1 - καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς
Unchecked Copy BoxJhn 9:2 - καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες ῥαββί τίς ἥμαρτεν οὗτος οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ
Unchecked Copy BoxJhn 9:3 - ἀπεκρίθη Ἰησοῦς οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ
Unchecked Copy BoxJhn 9:4 - ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι
Unchecked Copy BoxJhn 9:5 - ὅταν ἐν τῷ κόσμῳ φῶς εἰμι τοῦ κόσμου
Unchecked Copy BoxJhn 9:6 - ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς
Unchecked Copy BoxJhn 9:7 - καὶ εἶπεν αὐτῷ ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ἑρμηνεύεται ἀπεσταλμένος ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων
Unchecked Copy BoxJhn 9:8 - οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον οὐχ οὗτός ἐστιν καθήμενος καὶ προσαιτῶν
Unchecked Copy BoxJhn 9:9 - ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἄλλοι ἔλεγον οὐχί ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι
Unchecked Copy BoxJhn 9:10 - ἔλεγον οὖν αὐτῷ πῶς οὖν ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί
Unchecked Copy BoxJhn 9:11 - ἀπεκρίθη ἐκεῖνος ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα
Unchecked Copy BoxJhn 9:12 - καὶ εἶπαν αὐτῷ ποῦ ἐστιν ἐκεῖνος λέγει οὐκ οἶδα
Unchecked Copy BoxJhn 9:13 - ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν
Unchecked Copy BoxJhn 9:14 - ἦν δὲ σάββατον ἐν ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς
Unchecked Copy BoxJhn 9:15 - πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν δὲ εἶπεν αὐτοῖς πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς καὶ ἐνιψάμην καὶ βλέπω
Unchecked Copy BoxJhn 9:16 - ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ἄνθρωπος ὅτι τὸ σάββατον οὐ τηρεῖ ἄλλοι δὲ ἔλεγον πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς
Unchecked Copy BoxJhn 9:17 - λέγουσιν οὖν τῷ τυφλῷ πάλιν τί σὺ λέγεις περὶ αὐτοῦ ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς δὲ εἶπεν ὅτι προφήτης ἐστίν
Unchecked Copy BoxJhn 9:18 - οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
Unchecked Copy BoxJhn 9:19 - καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὗτός ἐστιν υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη πῶς οὖν βλέπει ἄρτι
Unchecked Copy BoxJhn 9:20 - ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη
Unchecked Copy BoxJhn 9:21 - πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει αὐτὸς περὶ ἑαυτοῦ λαλήσει
Unchecked Copy BoxJhn 9:22 - ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν ἀποσυνάγωγος γένηται
Unchecked Copy BoxJhn 9:23 - διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει αὐτὸν ἐπερωτήσατε
Unchecked Copy BoxJhn 9:24 - ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ δὸς δόξαν τῷ θεῷ ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστιν
Unchecked Copy BoxJhn 9:25 - ἀπεκρίθη οὖν ἐκεῖνος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω
Unchecked Copy BoxJhn 9:26 - εἶπον οὖν αὐτῷ τί ἐποίησέν σοι πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς
Unchecked Copy BoxJhn 9:27 - ἀπεκρίθη αὐτοῖς εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι
Unchecked Copy BoxJhn 9:28 - καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον σὺ μαθητὴς εἶ ἐκείνου ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί
Unchecked Copy BoxJhn 9:29 - ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν
Unchecked Copy BoxJhn 9:30 - ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς
Unchecked Copy BoxJhn 9:31 - οἴδαμεν ὅτι ἁμαρτωλῶν θεὸς οὐκ ἀκούει ἀλλ᾽ ἐάν τις θεοσεβὴς καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει
Unchecked Copy BoxJhn 9:32 - ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου
Unchecked Copy BoxJhn 9:33 - εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν
Unchecked Copy BoxJhn 9:34 - ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω
Unchecked Copy BoxJhn 9:35 - ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου
Unchecked Copy BoxJhn 9:36 - ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν καὶ τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν
Unchecked Copy BoxJhn 9:37 - εἶπεν αὐτῷ Ἰησοῦς καὶ ἑώρακας αὐτὸν καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν
Unchecked Copy BoxJhn 9:38 - δὲ ἔφη πιστεύω κύριε καὶ προσεκύνησεν αὐτῷ
Unchecked Copy BoxJhn 9:39 - καὶ εἶπεν Ἰησοῦς εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται
Unchecked Copy BoxJhn 9:40 - ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες καὶ εἶπον αὐτῷ μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν
Unchecked Copy BoxJhn 9:41 - εἶπεν αὐτοῖς Ἰησοῦς εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν νῦν δὲ λέγετε ὅτι βλέπομεν ἁμαρτία ὑμῶν μένει
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

John Chapter 9 — Additional Translations: