MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Εβραίους (Hebrews) 10 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxHeb 10:1 - σκιὰν γὰρ ἔχων νόμος τῶν μελλόντων ἀγαθῶν οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι
Unchecked Copy BoxHeb 10:2 - ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους
Unchecked Copy BoxHeb 10:3 - ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν
Unchecked Copy BoxHeb 10:4 - ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας
(cf. Psa 40:6–8 )
Unchecked Copy BoxHeb 10:5 - διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας σῶμα δὲ κατηρτίσω μοι
Unchecked Copy BoxHeb 10:6 - ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας
Unchecked Copy BoxHeb 10:7 - τότε εἶπον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι θεός τὸ θέλημά σου
Unchecked Copy BoxHeb 10:8 - ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας αἵτινες κατὰ νόμον προσφέρονται
Unchecked Copy BoxHeb 10:9 - τότε εἴρηκεν ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ
Unchecked Copy BoxHeb 10:10 - ἐν θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ
Unchecked Copy BoxHeb 10:11 - καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας
Unchecked Copy BoxHeb 10:12 - οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ
Unchecked Copy BoxHeb 10:13 - τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ
Unchecked Copy BoxHeb 10:14 - μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους
Unchecked Copy BoxHeb 10:15 - μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον μετὰ γὰρ τὸ εἰρηκέναι
Unchecked Copy BoxHeb 10:16 - αὕτη διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς
Unchecked Copy BoxHeb 10:17 - καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι
Unchecked Copy BoxHeb 10:18 - ὅπου δὲ ἄφεσις τούτων οὐκέτι προσφορὰ περὶ ἁμαρτίας
Unchecked Copy BoxHeb 10:19 - ἔχοντες οὖν ἀδελφοί παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ
Unchecked Copy BoxHeb 10:20 - ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος τοῦτ᾽ ἔστιν τῆς σαρκὸς αὐτοῦ
Unchecked Copy BoxHeb 10:21 - καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ
Unchecked Copy BoxHeb 10:22 - προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ
Unchecked Copy BoxHeb 10:23 - κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ πιστὸς γὰρ ἐπαγγειλάμενος
Unchecked Copy BoxHeb 10:24 - καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων
Unchecked Copy BoxHeb 10:25 - μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν καθὼς ἔθος τισίν ἀλλὰ παρακαλοῦντες καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν
Unchecked Copy BoxHeb 10:26 - ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία
Unchecked Copy BoxHeb 10:27 - φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους
Unchecked Copy BoxHeb 10:28 - ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν τρισὶν μάρτυσιν ἀποθνῄσκει
Unchecked Copy BoxHeb 10:29 - πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ἡγιάσθη καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας
Unchecked Copy BoxHeb 10:30 - οἴδαμεν γὰρ τὸν εἰπόντα ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω καὶ πάλιν κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ
Unchecked Copy BoxHeb 10:31 - φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος
Unchecked Copy BoxHeb 10:32 - ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων
Unchecked Copy BoxHeb 10:33 - τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες
Unchecked Copy BoxHeb 10:34 - καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν
Unchecked Copy BoxHeb 10:35 - μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν ἥτις ἔχει μεγάλην μισθαποδοσίαν
Unchecked Copy BoxHeb 10:36 - ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν
Unchecked Copy BoxHeb 10:37 - ἔτι γὰρ μικρὸν ὅσον ὅσον ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει
Unchecked Copy BoxHeb 10:38 - δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκεῖ ψυχή μου ἐν αὐτῷ
Unchecked Copy BoxHeb 10:39 - ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Hebrews Chapter 10 — Additional Translations: