MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Πράξεις (Acts) 22 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxAct 22:1 - ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας
Unchecked Copy BoxAct 22:2 - ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν καὶ φησίν
Unchecked Copy BoxAct 22:3 - ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιὴλ πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον
Unchecked Copy BoxAct 22:4 - ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας
Unchecked Copy BoxAct 22:5 - ὡς καὶ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν
Unchecked Copy BoxAct 22:6 - ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ
Unchecked Copy BoxAct 22:7 - ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι Σαοὺλ Σαούλ τί με διώκεις
Unchecked Copy BoxAct 22:8 - ἐγὼ δὲ ἀπεκρίθην τίς εἶ κύριε εἶπέν τε πρός με ἐγώ εἰμι Ἰησοῦς Ναζωραῖος ὃν σὺ διώκεις
Unchecked Copy BoxAct 22:9 - οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι
Unchecked Copy BoxAct 22:10 - εἶπον δέ τί ποιήσω κύριε δὲ κύριος εἶπεν πρός με ἀναστὰς πορεύου εἰς Δαμασκόν κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι
Unchecked Copy BoxAct 22:11 - ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν
Unchecked Copy BoxAct 22:12 - Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων
Unchecked Copy BoxAct 22:13 - ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι Σαοὺλ ἀδελφέ ἀνάβλεψον κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν
Unchecked Copy BoxAct 22:14 - δὲ εἶπεν θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ
Unchecked Copy BoxAct 22:15 - ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας
Unchecked Copy BoxAct 22:16 - καὶ νῦν τί μέλλεις ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ
Unchecked Copy BoxAct 22:17 - ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
Unchecked Copy BoxAct 22:18 - καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ
Unchecked Copy BoxAct 22:19 - κἀγὼ εἶπον κύριε αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ
Unchecked Copy BoxAct 22:20 - καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν
Unchecked Copy BoxAct 22:21 - καὶ εἶπεν πρός με πορεύου ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε
Unchecked Copy BoxAct 22:22 - ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν
Unchecked Copy BoxAct 22:23 - κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα
Unchecked Copy BoxAct 22:24 - ἐκέλευσεν χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ
Unchecked Copy BoxAct 22:25 - ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον Παῦλος εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν
Unchecked Copy BoxAct 22:26 - ἀκούσας δὲ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων τί μέλλεις ποιεῖν γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν
Unchecked Copy BoxAct 22:27 - προσελθὼν δὲ χιλίαρχος εἶπεν αὐτῷ λέγε μοι σὺ Ῥωμαῖος εἶ δὲ ἔφη ναί
Unchecked Copy BoxAct 22:28 - ἀπεκρίθη δὲ χιλίαρχος ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην δὲ Παῦλος ἔφη ἐγὼ δὲ καὶ γεγέννημαι
Unchecked Copy BoxAct 22:29 - εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν καὶ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς
Unchecked Copy BoxAct 22:30 - τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Acts Chapter 22 — Additional Translations: