LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Αριθμοί (Numbers) 1 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxNum 1:1 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων
Unchecked Copy BoxNum 1:2 - λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ κατὰ συγγενείας αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πᾶς ἄρσην
Unchecked Copy BoxNum 1:3 - ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς
Unchecked Copy BoxNum 1:4 - καὶ μεθ᾽ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ᾽ οἴκους πατριῶν ἔσονται
Unchecked Copy BoxNum 1:5 - καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ᾽ ὑμῶν τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
Unchecked Copy BoxNum 1:6 - τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
Unchecked Copy BoxNum 1:7 - τῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ
Unchecked Copy BoxNum 1:8 - τῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
Unchecked Copy BoxNum 1:9 - τῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
Unchecked Copy BoxNum 1:10 - τῶν υἱῶν Ιωσηφ τῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ τῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
Unchecked Copy BoxNum 1:11 - τῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
Unchecked Copy BoxNum 1:12 - τῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
Unchecked Copy BoxNum 1:13 - τῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
Unchecked Copy BoxNum 1:14 - τῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
Unchecked Copy BoxNum 1:15 - τῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν
Unchecked Copy BoxNum 1:16 - οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς χιλίαρχοι Ισραηλ εἰσίν
Unchecked Copy BoxNum 1:17 - καὶ ἔλαβεν Μωυσῆς καὶ Ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος
Unchecked Copy BoxNum 1:18 - καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν κατὰ πατριὰς αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν
Unchecked Copy BoxNum 1:19 - ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ Σινα
Unchecked Copy BoxNum 1:20 - καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:21 - ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ρουβην ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
Unchecked Copy BoxNum 1:22 - τοῖς υἱοῖς Συμεων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:23 - ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι
Unchecked Copy BoxNum 1:24 - (LXX 1:36)τοῖς υἱοῖς Γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:25 - (LXX 1:37) ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα
Unchecked Copy BoxNum 1:26 - (LXX 1:24)τοῖς υἱοῖς Ιουδα κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:27 - (LXX 1:25) ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ιουδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι
Unchecked Copy BoxNum 1:28 - (LXX 1:26)τοῖς υἱοῖς Ισσαχαρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:29 - (LXX 1:27) ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
Unchecked Copy BoxNum 1:30 - (LXX 1:28)τοῖς υἱοῖς Ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:31 - (LXX 1:29) ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
Unchecked Copy BoxNum 1:32 - (LXX 1:30)τοῖς υἱοῖς Ιωσηφ υἱοῖς Εφραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:33 - (LXX 1:31) ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Εφραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
Unchecked Copy BoxNum 1:34 - (LXX 1:32)τοῖς υἱοῖς Μανασση κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:35 - (LXX 1:33) ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι
Unchecked Copy BoxNum 1:36 - (LXX 1:34)τοῖς υἱοῖς Βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:37 - (LXX 1:35) ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι
Unchecked Copy BoxNum 1:38 - τοῖς υἱοῖς Δαν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:39 - ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
Unchecked Copy BoxNum 1:40 - τοῖς υἱοῖς Ασηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:41 - ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
Unchecked Copy BoxNum 1:42 - τοῖς υἱοῖς Νεφθαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος ἐν τῇ δυνάμει
Unchecked Copy BoxNum 1:43 - ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
Unchecked Copy BoxNum 1:44 - αὕτη ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἷς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν
Unchecked Copy BoxNum 1:45 - καὶ ἐγένετο πᾶσα ἐπίσκεψις υἱῶν Ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ
Unchecked Copy BoxNum 1:46 - ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα
Unchecked Copy BoxNum 1:47 - οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ισραηλ
Unchecked Copy BoxNum 1:48 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 1:49 - ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Ισραηλ
Unchecked Copy BoxNum 1:50 - καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν
Unchecked Copy BoxNum 1:51 - καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ Λευῖται καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ἀλλογενὴς προσπορευόμενος ἀποθανέτω
Unchecked Copy BoxNum 1:52 - καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν
Unchecked Copy BoxNum 1:53 - οἱ δὲ Λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ισραηλ καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου
Unchecked Copy BoxNum 1:54 - καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων οὕτως ἐποίησαν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Numbers Chapter 1 — Additional Translations: