MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Τιμόθεο (1 Timothy) 1 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Ti 1:1 - Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ᾽ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
Unchecked Copy Box1Ti 1:2 - Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν
Unchecked Copy Box1Ti 1:3 - καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
Unchecked Copy Box1Ti 1:4 - μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον οἰκονομίαν θεοῦ τὴν ἐν πίστει
Unchecked Copy Box1Ti 1:5 - τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου
Unchecked Copy Box1Ti 1:6 - ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν
Unchecked Copy Box1Ti 1:7 - θέλοντες εἶναι νομοδιδάσκαλοι μὴ νοοῦντες μήτε λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται
Unchecked Copy Box1Ti 1:8 - οἴδαμεν δὲ ὅτι καλὸς νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται
Unchecked Copy Box1Ti 1:9 - εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἀνοσίοις καὶ βεβήλοις πατρολῴαις καὶ μητρολῴαις ἀνδροφόνοις
Unchecked Copy Box1Ti 1:10 - πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται
Unchecked Copy Box1Ti 1:11 - κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ ἐπιστεύθην ἐγώ
(cf. Act 8:1–3; 9:1–19 )
Unchecked Copy Box1Ti 1:12 - χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν
Unchecked Copy Box1Ti 1:13 - τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλὰ ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ
Unchecked Copy Box1Ti 1:14 - ὑπερεπλεόνασεν δὲ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ
Unchecked Copy Box1Ti 1:15 - πιστὸς λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ
Unchecked Copy Box1Ti 1:16 - ἀλλὰ διὰ τοῦτο ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον
Unchecked Copy Box1Ti 1:17 - τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Unchecked Copy Box1Ti 1:18 - ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι τέκνον Τιμόθεε κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν
Unchecked Copy Box1Ti 1:19 - ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν
Unchecked Copy Box1Ti 1:20 - ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Timothy Chapter 1 — Additional Translations: