LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ψαλμοί (Psalm) 71 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 71:1 - (LXX 70:1) τῷ Δαυιδ υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα
Unchecked Copy BoxPsa 71:2 - (LXX 70:2) ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με
Unchecked Copy BoxPsa 71:3 - (LXX 70:3) γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ
Unchecked Copy BoxPsa 71:4 - (LXX 70:4) θεός μου ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος
Unchecked Copy BoxPsa 71:5 - (LXX 70:5) ὅτι σὺ εἶ ὑπομονή μου κύριε κύριος ἐλπίς μου ἐκ νεότητός μου
Unchecked Copy BoxPsa 71:6 - (LXX 70:6) ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής ἐν σοὶ ὕμνησίς μου διὰ παντός
Unchecked Copy BoxPsa 71:7 - (LXX 70:7) ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς καὶ σὺ βοηθὸς κραταιός
Unchecked Copy BoxPsa 71:8 - (LXX 70:8) πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου
Unchecked Copy BoxPsa 71:9 - (LXX 70:9) μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με
Unchecked Copy BoxPsa 71:10 - (LXX 70:10) ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
Unchecked Copy BoxPsa 71:11 - (LXX 70:11) λέγοντες θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ῥυόμενος
Unchecked Copy BoxPsa 71:12 - (LXX 70:12) θεός μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες
Unchecked Copy BoxPsa 71:13 - (LXX 70:13) αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι
Unchecked Copy BoxPsa 71:14 - (LXX 70:14) ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου
Unchecked Copy BoxPsa 71:15 - (LXX 70:15) τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας
Unchecked Copy BoxPsa 71:16 - (LXX 70:16) εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου κύριε μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου
Unchecked Copy BoxPsa 71:17 - (LXX 70:17) ἐδίδαξάς με θεός ἐκ νεότητός μου καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου
Unchecked Copy BoxPsa 71:18 - (LXX 70:18) καὶ ἕως γήρους καὶ πρεσβείου θεός μὴ ἐγκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου
Unchecked Copy BoxPsa 71:19 - (LXX 70:19) θεός ἕως ὑψίστων ἐποίησας μεγαλεῖα θεός τίς ὅμοιός σοι
Unchecked Copy BoxPsa 71:20 - (LXX 70:20) ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
Unchecked Copy BoxPsa 71:21 - (LXX 70:21) ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
Unchecked Copy BoxPsa 71:22 - (LXX 70:22) καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου θεός ψαλῶ σοι ἐν κιθάρᾳ ἅγιος τοῦ Ισραηλ
Unchecked Copy BoxPsa 71:23 - (LXX 70:23) ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι καὶ ψυχή μου ἣν ἐλυτρώσω
Unchecked Copy BoxPsa 71:24 - (LXX 70:24) ἔτι δὲ καὶ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Psalm Chapter 71 — Additional Translations: