LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Αριθμοί (Numbers) 7 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxNum 7:1 - καὶ ἐγένετο ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά
Unchecked Copy BoxNum 7:2 - καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν οὗτοι ἄρχοντες φυλῶν οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς
Unchecked Copy BoxNum 7:3 - καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς
Unchecked Copy BoxNum 7:4 - καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 7:5 - λαβὲ παρ᾽ αὐτῶν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσεις αὐτὰ τοῖς Λευίταις ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν
Unchecked Copy BoxNum 7:6 - καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευίταις
Unchecked Copy BoxNum 7:7 - τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσων κατὰ τὰς λειτουργίας αὐτῶν
Unchecked Copy BoxNum 7:8 - καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως
Unchecked Copy BoxNum 7:9 - καὶ τοῖς υἱοῖς Κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν ἐπ᾽ ὤμων ἀροῦσιν
Unchecked Copy BoxNum 7:10 - καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου
Unchecked Copy BoxNum 7:11 - καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἄρχων εἷς καθ᾽ ἡμέραν ἄρχων καθ᾽ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου
Unchecked Copy BoxNum 7:12 - καὶ ἦν προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τῆς φυλῆς Ιουδα
Unchecked Copy BoxNum 7:13 - καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:14 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:15 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:16 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:17 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναασσων υἱοῦ Αμιναδαβ
Unchecked Copy BoxNum 7:18 - τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν Ναθαναηλ υἱὸς Σωγαρ ἄρχων τῆς φυλῆς Ισσαχαρ
Unchecked Copy BoxNum 7:19 - καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:20 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:21 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:22 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:23 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναθαναηλ υἱοῦ Σωγαρ
Unchecked Copy BoxNum 7:24 - τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
Unchecked Copy BoxNum 7:25 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:26 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:27 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:28 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:29 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελιαβ υἱοῦ Χαιλων
Unchecked Copy BoxNum 7:30 - τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
Unchecked Copy BoxNum 7:31 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:32 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:33 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:34 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:35 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισουρ υἱοῦ Σεδιουρ
Unchecked Copy BoxNum 7:36 - τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
Unchecked Copy BoxNum 7:37 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:38 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:39 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:40 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:41 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Σαλαμιηλ υἱοῦ Σουρισαδαι
Unchecked Copy BoxNum 7:42 - τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
Unchecked Copy BoxNum 7:43 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:44 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:45 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:46 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:47 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαφ υἱοῦ Ραγουηλ
Unchecked Copy BoxNum 7:48 - τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ
Unchecked Copy BoxNum 7:49 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:50 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:51 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:52 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:53 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαμα υἱοῦ Εμιουδ
Unchecked Copy BoxNum 7:54 - τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
Unchecked Copy BoxNum 7:55 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:56 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:57 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:58 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:59 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Γαμαλιηλ υἱοῦ Φαδασσουρ
Unchecked Copy BoxNum 7:60 - τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
Unchecked Copy BoxNum 7:61 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:62 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:63 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:64 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:65 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αβιδαν υἱοῦ Γαδεωνι
Unchecked Copy BoxNum 7:66 - τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
Unchecked Copy BoxNum 7:67 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:68 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:69 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:70 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:71 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιεζερ υἱοῦ Αμισαδαι
Unchecked Copy BoxNum 7:72 - τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
Unchecked Copy BoxNum 7:73 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:74 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:75 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:76 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:77 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Φαγαιηλ υἱοῦ Εχραν
Unchecked Copy BoxNum 7:78 - τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν
Unchecked Copy BoxNum 7:79 - τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Unchecked Copy BoxNum 7:80 - θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Unchecked Copy BoxNum 7:81 - μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxNum 7:82 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:83 - καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ Αιναν
Unchecked Copy BoxNum 7:84 - οὗτος ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ἡμέρᾳ ἔχρισεν αὐτό παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ τρυβλία ἀργυρᾶ δώδεκα φιάλαι ἀργυραῖ δώδεκα θυίσκαι χρυσαῖ δώδεκα
Unchecked Copy BoxNum 7:85 - τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη μία πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ
Unchecked Copy BoxNum 7:86 - θυίσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ
Unchecked Copy BoxNum 7:87 - πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας
Unchecked Copy BoxNum 7:88 - πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν
Unchecked Copy BoxNum 7:89 - ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Numbers Chapter 7 — Additional Translations: