LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λευϊτικό (Leviticus) 13 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLev 13:1 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Unchecked Copy BoxLev 13:2 - ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων
Unchecked Copy BoxLev 13:3 - καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ καὶ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκή καὶ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός ἁφὴ λέπρας ἐστίν καὶ ὄψεται ἱερεὺς καὶ μιανεῖ αὐτόν
Unchecked Copy BoxLev 13:4 - ἐὰν δὲ τηλαυγὴς λευκὴ ἐν τῷ δέρματι τοῦ χρωτός καὶ ταπεινὴ μὴ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος καὶ θρὶξ αὐτοῦ οὐ μετέβαλεν τρίχα λευκήν αὐτὴ δέ ἐστιν ἀμαυρά καὶ ἀφοριεῖ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας
Unchecked Copy BoxLev 13:5 - καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἰδοὺ ἁφὴ μένει ἐναντίον αὐτοῦ οὐ μετέπεσεν ἁφὴ ἐν τῷ δέρματι καὶ ἀφοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον
Unchecked Copy BoxLev 13:6 - καὶ ὄψεται αὐτὸν ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον καὶ ἰδοὺ ἀμαυρὰ ἁφή οὐ μετέπεσεν ἁφὴ ἐν τῷ δέρματι καθαριεῖ αὐτὸν ἱερεύς σημασία γάρ ἐστιν καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται
Unchecked Copy BoxLev 13:7 - ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ
Unchecked Copy BoxLev 13:8 - καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν σημασία ἐν τῷ δέρματι καὶ μιανεῖ αὐτὸν ἱερεύς λέπρα ἐστίν
Unchecked Copy BoxLev 13:9 - καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ καὶ ἥξει πρὸς τὸν ἱερέα
Unchecked Copy BoxLev 13:10 - καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι καὶ αὕτη μετέβαλεν τρίχα λευκήν καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ
Unchecked Copy BoxLev 13:11 - λέπρα παλαιουμένη ἐστίν ἐν τῷ δέρματι τοῦ χρωτός ἐστιν καὶ μιανεῖ αὐτὸν ἱερεὺς καὶ ἀφοριεῖ αὐτόν ὅτι ἀκάθαρτός ἐστιν
Unchecked Copy BoxLev 13:12 - ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ λέπρα ἐν τῷ δέρματι καὶ καλύψῃ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν καθ᾽ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως
Unchecked Copy BoxLev 13:13 - καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός καὶ καθαριεῖ αὐτὸν ἱερεὺς τὴν ἁφήν ὅτι πᾶν μετέβαλεν λευκόν καθαρόν ἐστιν
Unchecked Copy BoxLev 13:14 - καὶ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν μιανθήσεται
Unchecked Copy BoxLev 13:15 - καὶ ὄψεται ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ καὶ μιανεῖ αὐτὸν χρὼς ὑγιής ὅτι ἀκάθαρτός ἐστιν λέπρα ἐστίν
Unchecked Copy BoxLev 13:16 - ἐὰν δὲ ἀποκαταστῇ χρὼς ὑγιὴς καὶ μεταβάλῃ λευκή καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα
Unchecked Copy BoxLev 13:17 - καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἁφὴ εἰς τὸ λευκόν καὶ καθαριεῖ ἱερεὺς τὴν ἁφήν καθαρός ἐστιν
Unchecked Copy BoxLev 13:18 - καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος καὶ ὑγιασθῇ
Unchecked Copy BoxLev 13:19 - καὶ γένηται ἐν τῷ τόπῳ τοῦ ἕλκους οὐλὴ λευκὴ τηλαυγὴς λευκαίνουσα πυρρίζουσα καὶ ὀφθήσεται τῷ ἱερεῖ
Unchecked Copy BoxLev 13:20 - καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ὄψις ταπεινοτέρα τοῦ δέρματος καὶ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν καὶ μιανεῖ αὐτὸν ἱερεύς λέπρα ἐστίν ἐν τῷ ἕλκει ἐξήνθησεν
Unchecked Copy BoxLev 13:21 - ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός καὶ αὐτὴ ἀμαυρά ἀφοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας
Unchecked Copy BoxLev 13:22 - ἐὰν δὲ διαχέηται ἐν τῷ δέρματι καὶ μιανεῖ αὐτὸν ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τῷ ἕλκει ἐξήνθησεν
Unchecked Copy BoxLev 13:23 - ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται οὐλὴ τοῦ ἕλκους ἐστίν καὶ καθαριεῖ αὐτὸν ἱερεύς
Unchecked Copy BoxLev 13:24 - καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἔκλευκον
Unchecked Copy BoxLev 13:25 - καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον καὶ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος λέπρα ἐστίν ἐν τῷ κατακαύματι ἐξήνθησεν καὶ μιανεῖ αὐτὸν ἱερεύς ἁφὴ λέπρας ἐστίν
Unchecked Copy BoxLev 13:26 - ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τῷ αὐγάζοντι θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἀπὸ τοῦ δέρματος αὐτὸ δὲ ἀμαυρόν καὶ ἀφοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας
Unchecked Copy BoxLev 13:27 - καὶ ὄψεται αὐτὸν ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι καὶ μιανεῖ αὐτὸν ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τῷ ἕλκει ἐξήνθησεν
Unchecked Copy BoxLev 13:28 - ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι αὐτὴ δὲ ἀμαυρά οὐλὴ τοῦ κατακαύματός ἐστιν καὶ καθαριεῖ αὐτὸν ἱερεύς γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστιν
Unchecked Copy BoxLev 13:29 - καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ ἐν τῷ πώγωνι
Unchecked Copy BoxLev 13:30 - καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν καὶ ἰδοὺ ὄψις αὐτῆς ἐγκοιλοτέρα τοῦ δέρματος ἐν αὐτῇ δὲ θρὶξ ξανθίζουσα λεπτή καὶ μιανεῖ αὐτὸν ἱερεύς θραῦσμά ἐστιν λέπρα τῆς κεφαλῆς λέπρα τοῦ πώγωνός ἐστιν
Unchecked Copy BoxLev 13:31 - καὶ ἐὰν ἴδῃ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος καὶ ἰδοὺ οὐχ ὄψις ἐγκοιλοτέρα τοῦ δέρματος καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ καὶ ἀφοριεῖ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος ἑπτὰ ἡμέρας
Unchecked Copy BoxLev 13:32 - καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ καὶ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος
Unchecked Copy BoxLev 13:33 - καὶ ξυρηθήσεται τὸ δέρμα τὸ δὲ θραῦσμα οὐ ξυρηθήσεται καὶ ἀφοριεῖ ἱερεὺς τὸ θραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον
Unchecked Copy BoxLev 13:34 - καὶ ὄψεται ἱερεὺς τὸ θραῦσμα τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ ξυρηθῆναι αὐτόν καὶ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος καὶ καθαριεῖ αὐτὸν ἱερεύς καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται
Unchecked Copy BoxLev 13:35 - ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ καθαρισθῆναι αὐτόν
Unchecked Copy BoxLev 13:36 - καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραῦσμα ἐν τῷ δέρματι οὐκ ἐπισκέψεται ἱερεὺς περὶ τῆς τριχὸς τῆς ξανθῆς ὅτι ἀκάθαρτός ἐστιν
Unchecked Copy BoxLev 13:37 - ἐὰν δὲ ἐνώπιον μείνῃ τὸ θραῦσμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ ὑγίακεν τὸ θραῦσμα καθαρός ἐστιν καὶ καθαριεῖ αὐτὸν ἱερεύς
Unchecked Copy BoxLev 13:38 - καὶ ἀνδρὶ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα
Unchecked Copy BoxLev 13:39 - καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα ἀλφός ἐστιν καθαρός ἐστιν ἐξανθεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ καθαρός ἐστιν
Unchecked Copy BoxLev 13:40 - ἐὰν δέ τινι μαδήσῃ κεφαλὴ αὐτοῦ φαλακρός ἐστιν καθαρός ἐστιν
Unchecked Copy BoxLev 13:41 - ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ κεφαλὴ αὐτοῦ ἀναφάλαντός ἐστιν καθαρός ἐστιν
Unchecked Copy BoxLev 13:42 - ἐὰν δὲ γένηται ἐν τῷ φαλακρώματι αὐτοῦ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ἁφὴ λευκὴ πυρρίζουσα λέπρα ἐστὶν ἐν τῷ φαλακρώματι αὐτοῦ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ
Unchecked Copy BoxLev 13:43 - καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ ὄψις τῆς ἁφῆς λευκὴ πυρρίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ
Unchecked Copy BoxLev 13:44 - ἄνθρωπος λεπρός ἐστιν μιάνσει μιανεῖ αὐτὸν ἱερεύς ἐν τῇ κεφαλῇ αὐτοῦ ἁφὴ αὐτοῦ
Unchecked Copy BoxLev 13:45 - καὶ λεπρός ἐν ἐστιν ἁφή τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται
Unchecked Copy BoxLev 13:46 - πάσας τὰς ἡμέρας ὅσας ἂν ἐπ᾽ αὐτοῦ ἁφή ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται κεχωρισμένος καθήσεται ἔξω τῆς παρεμβολῆς ἔσται αὐτοῦ διατριβή
Unchecked Copy BoxLev 13:47 - καὶ ἱματίῳ ἐὰν γένηται ἐν αὐτῷ ἁφὴ λέπρας ἐν ἱματίῳ ἐρεῷ ἐν ἱματίῳ στιππυίνῳ
Unchecked Copy BoxLev 13:48 - ἐν στήμονι ἐν κρόκῃ ἐν τοῖς λινοῖς ἐν τοῖς ἐρεοῖς ἐν δέρματι ἐν παντὶ ἐργασίμῳ δέρματι
Unchecked Copy BoxLev 13:49 - καὶ γένηται ἁφὴ χλωρίζουσα πυρρίζουσα ἐν τῷ δέρματι ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος ἁφὴ λέπρας ἐστίν καὶ δείξει τῷ ἱερεῖ
Unchecked Copy BoxLev 13:50 - καὶ ὄψεται ἱερεὺς τὴν ἁφήν καὶ ἀφοριεῖ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας
Unchecked Copy BoxLev 13:51 - καὶ ὄψεται ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐὰν δὲ διαχέηται ἁφὴ ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν τῷ δέρματι κατὰ πάντα ὅσα ἂν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ λέπρα ἔμμονός ἐστιν ἁφή ἀκάθαρτός ἐστιν
Unchecked Copy BoxLev 13:52 - κατακαύσει τὸ ἱμάτιον τὸν στήμονα τὴν κρόκην ἐν τοῖς ἐρεοῖς ἐν τοῖς λινοῖς ἐν παντὶ σκεύει δερματίνῳ ἐν ἐὰν ἐν αὐτῷ ἁφή ὅτι λέπρα ἔμμονός ἐστιν ἐν πυρὶ κατακαυθήσεται
Unchecked Copy BoxLev 13:53 - ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ μὴ διαχέηται ἁφὴ ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει δερματίνῳ
Unchecked Copy BoxLev 13:54 - καὶ συντάξει ἱερεύς καὶ πλυνεῖ ἐφ᾽ οὗ ἐὰν ἐπ᾽ αὐτοῦ ἁφή καὶ ἀφοριεῖ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον
Unchecked Copy BoxLev 13:55 - καὶ ὄψεται ἱερεὺς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁφήν καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἁφή καὶ ἁφὴ οὐ διαχεῖται ἀκάθαρτόν ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐστήρισται ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ
Unchecked Copy BoxLev 13:56 - καὶ ἐὰν ἴδῃ ἱερεὺς καὶ ἀμαυρὰ ἁφὴ μετὰ τὸ πλυθῆναι αὐτό ἀπορρήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου ἀπὸ τοῦ δέρματος ἀπὸ τοῦ στήμονος ἀπὸ τῆς κρόκης
Unchecked Copy BoxLev 13:57 - ἐὰν δὲ ὀφθῇ ἔτι ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει δερματίνῳ λέπρα ἐξανθοῦσά ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐν ἐστὶν ἁφή
Unchecked Copy BoxLev 13:58 - καὶ τὸ ἱμάτιον στήμων κρόκη πᾶν σκεῦος δερμάτινον πλυθήσεται καὶ ἀποστήσεται ἀπ᾽ αὐτοῦ ἁφή καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται
Unchecked Copy BoxLev 13:59 - οὗτος νόμος ἁφῆς λέπρας ἱματίου ἐρεοῦ στιππυίνου στήμονος κρόκης παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ μιᾶναι αὐτό
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Leviticus Chapter 13 — Additional Translations: