LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιώβ (Job) 29 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 29:1 - ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ
Unchecked Copy BoxJob 29:2 - τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν ὧν με θεὸς ἐφύλαξεν
Unchecked Copy BoxJob 29:3 - ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει
Unchecked Copy BoxJob 29:4 - ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς ὅτε θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου
Unchecked Copy BoxJob 29:5 - ὅτε ἤμην ὑλώδης λίαν κύκλῳ δέ μου οἱ παῖδες
Unchecked Copy BoxJob 29:6 - ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι
Unchecked Copy BoxJob 29:7 - ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει ἐν δὲ πλατείαις ἐτίθετό μου δίφρος
Unchecked Copy BoxJob 29:8 - ἰδόντες με νεανίσκοι ἐκρύβησαν πρεσβῦται δὲ πάντες ἔστησαν
Unchecked Copy BoxJob 29:9 - ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι
Unchecked Copy BoxJob 29:10 - οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη
Unchecked Copy BoxJob 29:11 - ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν
Unchecked Copy BoxJob 29:12 - διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ οὐκ ἦν βοηθός ἐβοήθησα
Unchecked Copy BoxJob 29:13 - εὐλογία ἀπολλυμένου ἐπ᾽ ἐμὲ ἔλθοι στόμα δὲ χήρας με εὐλόγησεν
Unchecked Copy BoxJob 29:14 - δικαιοσύνην δὲ ἐνεδεδύκειν ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι
Unchecked Copy BoxJob 29:15 - ὀφθαλμὸς ἤμην τυφλῶν ποὺς δὲ χωλῶν
Unchecked Copy BoxJob 29:16 - ἐγὼ ἤμην πατὴρ ἀδυνάτων δίκην δέ ἣν οὐκ ᾔδειν ἐξιχνίασα
Unchecked Copy BoxJob 29:17 - συνέτριψα δὲ μύλας ἀδίκων ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα
Unchecked Copy BoxJob 29:18 - εἶπα δέ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω
Unchecked Copy BoxJob 29:19 - ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου
Unchecked Copy BoxJob 29:20 - δόξα μου καινὴ μετ᾽ ἐμοῦ καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται
Unchecked Copy BoxJob 29:21 - ἐμοῦ ἀκούσαντες προσέσχον ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ
Unchecked Copy BoxJob 29:22 - ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν
Unchecked Copy BoxJob 29:23 - ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν
Unchecked Copy BoxJob 29:24 - ἐὰν γελάσω πρὸς αὐτούς οὐ μὴ πιστεύσωσιν καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν
Unchecked Copy BoxJob 29:25 - ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Job Chapter 29 — Additional Translations: