LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιερεμίας (Jeremiah) 3 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJer 3:1 - ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ καὶ ἀπέλθῃ ἀπ᾽ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι οὐ μιαινομένη μιανθήσεται γυνὴ ἐκείνη καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς καὶ ἀνέκαμπτες πρός με λέγει κύριος
Unchecked Copy BoxJer 3:2 - ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ποῦ οὐχὶ ἐξεφύρθης ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου
Unchecked Copy BoxJer 3:3 - καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάντας
Unchecked Copy BoxJer 3:4 - οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου
Unchecked Copy BoxJer 3:5 - μὴ διαμενεῖ εἰς τὸν αἰῶνα διαφυλαχθήσεται εἰς νεῖκος ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης
Unchecked Copy BoxJer 3:6 - καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως εἶδες ἐποίησέν μοι κατοικία τοῦ Ισραηλ ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ
Unchecked Copy BoxJer 3:7 - καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα πρός με ἀνάστρεψον καὶ οὐκ ἀνέστρεψεν καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἀσύνθετος Ιουδα
Unchecked Copy BoxJer 3:8 - καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμφθη ἐν οἷς ἐμοιχᾶτο κατοικία τοῦ Ισραηλ καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς καὶ οὐκ ἐφοβήθη ἀσύνθετος Ιουδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή
Unchecked Copy BoxJer 3:9 - καὶ ἐγένετο εἰς οὐθὲν πορνεία αὐτῆς καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον
Unchecked Copy BoxJer 3:10 - καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράφη πρός με ἀσύνθετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ᾽ ἐπὶ ψεύδει
Unchecked Copy BoxJer 3:11 - καὶ εἶπεν κύριος πρός με ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνθέτου Ιουδα
Unchecked Copy BoxJer 3:12 - πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς ἐπιστράφητι πρός με κατοικία τοῦ Ισραηλ λέγει κύριος καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ᾽ ὑμᾶς ὅτι ἐλεήμων ἐγώ εἰμι λέγει κύριος καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα
Unchecked Copy BoxJer 3:13 - πλὴν γνῶθι τὴν ἀδικίαν σου ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας λέγει κύριος
Unchecked Copy BoxJer 3:14 - ἐπιστράφητε υἱοὶ ἀφεστηκότες λέγει κύριος διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων
Unchecked Copy BoxJer 3:15 - καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ᾽ ἐπιστήμης
Unchecked Copy BoxJer 3:16 - καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι
Unchecked Copy BoxJer 3:17 - ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς
Unchecked Copy BoxJer 3:18 - ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν
Unchecked Copy BoxJer 3:19 - καὶ ἐγὼ εἶπα γένοιτο κύριε ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος ἐθνῶν καὶ εἶπα πατέρα καλέσετέ με καὶ ἀπ᾽ ἐμοῦ οὐκ ἀποστραφήσεσθε
Unchecked Copy BoxJer 3:20 - πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ λέγει κύριος
Unchecked Copy BoxJer 3:21 - φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν
Unchecked Copy BoxJer 3:22 - ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι ὅτι σὺ κύριος θεὸς ἡμῶν εἶ
Unchecked Copy BoxJer 3:23 - ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων πλὴν διὰ κυρίου θεοῦ ἡμῶν σωτηρία τοῦ Ισραηλ
Unchecked Copy BoxJer 3:24 - δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν
Unchecked Copy BoxJer 3:25 - ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν καὶ ἐπεκάλυψεν ἡμᾶς ἀτιμία ἡμῶν διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Jeremiah Chapter 3 — Additional Translations: