LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Γένεσις (Genesis) 46 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxGen 46:1 - ἀπάρας δὲ Ισραηλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσεν θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ισαακ
Unchecked Copy BoxGen 46:2 - εἶπεν δὲ θεὸς Ισραηλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ιακωβ Ιακωβ δὲ εἶπεν τί ἐστιν
Unchecked Copy BoxGen 46:3 - λέγων ἐγώ εἰμι θεὸς τῶν πατέρων σου μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ
Unchecked Copy BoxGen 46:4 - καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος καὶ Ιωσηφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου
Unchecked Copy BoxGen 46:5 - ἀνέστη δὲ Ιακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἀνέλαβον οἱ υἱοὶ Ισραηλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ιωσηφ ἆραι αὐτόν
Unchecked Copy BoxGen 46:6 - καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἣν ἐκτήσαντο ἐν γῇ Χανααν εἰσῆλθον εἰς Αἴγυπτον Ιακωβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾽ αὐτοῦ
Unchecked Copy BoxGen 46:7 - υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον
Unchecked Copy BoxGen 46:8 - ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ πρωτότοκος Ιακωβ Ρουβην
Unchecked Copy BoxGen 46:9 - υἱοὶ δὲ Ρουβην Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι
Unchecked Copy BoxGen 46:10 - υἱοὶ δὲ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ υἱὸς τῆς Χανανίτιδος
Unchecked Copy BoxGen 46:11 - υἱοὶ δὲ Λευι Γηρσων Κααθ καὶ Μεραρι
Unchecked Copy BoxGen 46:12 - υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ Σηλωμ καὶ Φαρες καὶ Ζαρα ἀπέθανεν δὲ Ηρ καὶ Αυναν ἐν γῇ Χανααν ἐγένοντο δὲ υἱοὶ Φαρες Ασρων καὶ Ιεμουηλ
Unchecked Copy BoxGen 46:13 - υἱοὶ δὲ Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Ζαμβραμ
Unchecked Copy BoxGen 46:14 - υἱοὶ δὲ Ζαβουλων Σερεδ καὶ Αλλων καὶ Αλοηλ
Unchecked Copy BoxGen 46:15 - οὗτοι υἱοὶ Λειας οὓς ἔτεκεν τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας καὶ Διναν τὴν θυγατέρα αὐτοῦ πᾶσαι αἱ ψυχαί υἱοὶ καὶ θυγατέρες τριάκοντα τρεῖς
Unchecked Copy BoxGen 46:16 - υἱοὶ δὲ Γαδ Σαφων καὶ Αγγις καὶ Σαυνις καὶ Θασοβαν καὶ Αηδις καὶ Αροηδις καὶ Αροηλις
Unchecked Copy BoxGen 46:17 - υἱοὶ δὲ Ασηρ Ιεμνα καὶ Ιεσουα καὶ Ιεουλ καὶ Βαρια καὶ Σαρα ἀδελφὴ αὐτῶν υἱοὶ δὲ Βαρια Χοβορ καὶ Μελχιηλ
Unchecked Copy BoxGen 46:18 - οὗτοι υἱοὶ Ζελφας ἣν ἔδωκεν Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ ἔτεκεν τούτους τῷ Ιακωβ δέκα ἓξ ψυχάς
Unchecked Copy BoxGen 46:19 - υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ Ιωσηφ καὶ Βενιαμιν
Unchecked Copy BoxGen 46:20 - ἐγένοντο δὲ υἱοὶ Ιωσηφ ἐν γῇ Αἰγύπτῳ οὓς ἔτεκεν αὐτῷ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως τὸν Μανασση καὶ τὸν Εφραιμ ἐγένοντο δὲ υἱοὶ Μανασση οὓς ἔτεκεν αὐτῷ παλλακὴ ἡ Σύρα τὸν Μαχιρ Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ υἱοὶ δὲ Εφραιμ ἀδελφοῦ Μανασση Σουταλααμ καὶ Τααμ υἱοὶ δὲ Σουταλααμ Εδεμ
Unchecked Copy BoxGen 46:21 - υἱοὶ δὲ Βενιαμιν Βαλα καὶ Χοβωρ καὶ Ασβηλ ἐγένοντο δὲ υἱοὶ Βαλα Γηρα καὶ Νοεμαν καὶ Αγχις καὶ Ρως καὶ Μαμφιν καὶ Οφιμιν Γηρα δὲ ἐγέννησεν τὸν Αραδ
Unchecked Copy BoxGen 46:22 - οὗτοι υἱοὶ Ραχηλ οὓς ἔτεκεν τῷ Ιακωβ πᾶσαι ψυχαὶ δέκα ὀκτώ
Unchecked Copy BoxGen 46:23 - υἱοὶ δὲ Δαν Ασομ
Unchecked Copy BoxGen 46:24 - καὶ υἱοὶ Νεφθαλι Ασιηλ καὶ Γωυνι καὶ Ισσααρ καὶ Συλλημ
Unchecked Copy BoxGen 46:25 - οὗτοι υἱοὶ Βαλλας ἣν ἔδωκεν Λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ ἔτεκεν τούτους τῷ Ιακωβ πᾶσαι ψυχαὶ ἑπτά
Unchecked Copy BoxGen 46:26 - πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ιακωβ εἰς Αἴγυπτον οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ χωρὶς τῶν γυναικῶν υἱῶν Ιακωβ πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ
Unchecked Copy BoxGen 46:27 - υἱοὶ δὲ Ιωσηφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα πᾶσαι ψυχαὶ οἴκου Ιακωβ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε
Unchecked Copy BoxGen 46:28 - τὸν δὲ Ιουδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ιωσηφ συναντῆσαι αὐτῷ καθ᾽ Ἡρώων πόλιν εἰς γῆν Ραμεσση
Unchecked Copy BoxGen 46:29 - ζεύξας δὲ Ιωσηφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ισραηλ τῷ πατρὶ αὐτοῦ καθ᾽ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυθμῷ πλείονι
Unchecked Copy BoxGen 46:30 - καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου ἔτι γὰρ σὺ ζῇς
Unchecked Copy BoxGen 46:31 - εἶπεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἀναβὰς ἀπαγγελῶ τῷ Φαραω καὶ ἐρῶ αὐτῷ οἱ ἀδελφοί μου καὶ οἶκος τοῦ πατρός μου οἳ ἦσαν ἐν γῇ Χανααν ἥκασιν πρός με
Unchecked Copy BoxGen 46:32 - οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγειόχασιν
Unchecked Copy BoxGen 46:33 - ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραω καὶ εἴπῃ ὑμῖν τί τὸ ἔργον ὑμῶν ἐστιν
Unchecked Copy BoxGen 46:34 - ἐρεῖτε ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἵνα κατοικήσητε ἐν γῇ Γεσεμ Ἀραβίᾳ βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Genesis Chapter 46 — Additional Translations: