LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Γένεσις (Genesis) 29 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxGen 29:1 - καὶ ἐξάρας Ιακωβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λαβαν τὸν υἱὸν Βαθουηλ τοῦ Σύρου ἀδελφὸν δὲ Ρεβεκκας μητρὸς Ιακωβ καὶ Ησαυ
Unchecked Copy BoxGen 29:2 - καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾽ αὐτοῦ ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος
Unchecked Copy BoxGen 29:3 - καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ
Unchecked Copy BoxGen 29:4 - εἶπεν δὲ αὐτοῖς Ιακωβ ἀδελφοί πόθεν ἐστὲ ὑμεῖς οἱ δὲ εἶπαν ἐκ Χαρραν ἐσμέν
Unchecked Copy BoxGen 29:5 - εἶπεν δὲ αὐτοῖς γινώσκετε Λαβαν τὸν υἱὸν Ναχωρ οἱ δὲ εἶπαν γινώσκομεν
Unchecked Copy BoxGen 29:6 - εἶπεν δὲ αὐτοῖς ὑγιαίνει οἱ δὲ εἶπαν ὑγιαίνει καὶ ἰδοὺ Ραχηλ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων
Unchecked Copy BoxGen 29:7 - καὶ εἶπεν Ιακωβ ἔτι ἐστὶν ἡμέρα πολλή οὔπω ὥρα συναχθῆναι τὰ κτήνη ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε
Unchecked Copy BoxGen 29:8 - οἱ δὲ εἶπαν οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ποτιοῦμεν τὰ πρόβατα
Unchecked Copy BoxGen 29:9 - ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ Ραχηλ θυγάτηρ Λαβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς
Unchecked Copy BoxGen 29:10 - ἐγένετο δὲ ὡς εἶδεν Ιακωβ τὴν Ραχηλ θυγατέρα Λαβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πρόβατα Λαβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ προσελθὼν Ιακωβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ
Unchecked Copy BoxGen 29:11 - καὶ ἐφίλησεν Ιακωβ τὴν Ραχηλ καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν
Unchecked Copy BoxGen 29:12 - καὶ ἀνήγγειλεν τῇ Ραχηλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστιν καὶ ὅτι υἱὸς Ρεβεκκας ἐστίν καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα
Unchecked Copy BoxGen 29:13 - ἐγένετο δὲ ὡς ἤκουσεν Λαβαν τὸ ὄνομα Ιακωβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ διηγήσατο τῷ Λαβαν πάντας τοὺς λόγους τούτους
Unchecked Copy BoxGen 29:14 - καὶ εἶπεν αὐτῷ Λαβαν ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ καὶ ἦν μετ᾽ αὐτοῦ μῆνα ἡμερῶν
Unchecked Copy BoxGen 29:15 - εἶπεν δὲ Λαβαν τῷ Ιακωβ ὅτι γὰρ ἀδελφός μου εἶ οὐ δουλεύσεις μοι δωρεάν ἀπάγγειλόν μοι τίς μισθός σού ἐστιν
Unchecked Copy BoxGen 29:16 - τῷ δὲ Λαβαν δύο θυγατέρες ὄνομα τῇ μείζονι Λεια καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχηλ
Unchecked Copy BoxGen 29:17 - οἱ δὲ ὀφθαλμοὶ Λειας ἀσθενεῖς Ραχηλ δὲ καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει
Unchecked Copy BoxGen 29:18 - ἠγάπησεν δὲ Ιακωβ τὴν Ραχηλ καὶ εἶπεν δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχηλ τῆς θυγατρός σου τῆς νεωτέρας
Unchecked Copy BoxGen 29:19 - εἶπεν δὲ αὐτῷ Λαβαν βέλτιον δοῦναί με αὐτὴν σοὶ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ οἴκησον μετ᾽ ἐμοῦ
Unchecked Copy BoxGen 29:20 - καὶ ἐδούλευσεν Ιακωβ περὶ Ραχηλ ἔτη ἑπτά καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν
Unchecked Copy BoxGen 29:21 - εἶπεν δὲ Ιακωβ πρὸς Λαβαν ἀπόδος τὴν γυναῖκά μου πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν
Unchecked Copy BoxGen 29:22 - συνήγαγεν δὲ Λαβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον
Unchecked Copy BoxGen 29:23 - καὶ ἐγένετο ἑσπέρα καὶ λαβὼν Λαβαν Λειαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ιακωβ καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ιακωβ
Unchecked Copy BoxGen 29:24 - ἔδωκεν δὲ Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ Ζελφαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην
Unchecked Copy BoxGen 29:25 - ἐγένετο δὲ πρωί καὶ ἰδοὺ ἦν Λεια εἶπεν δὲ Ιακωβ τῷ Λαβαν τί τοῦτο ἐποίησάς μοι οὐ περὶ Ραχηλ ἐδούλευσα παρὰ σοί καὶ ἵνα τί παρελογίσω με
Unchecked Copy BoxGen 29:26 - εἶπεν δὲ Λαβαν οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν δοῦναι τὴν νεωτέραν πρὶν τὴν πρεσβυτέραν
Unchecked Copy BoxGen 29:27 - συντέλεσον οὖν τὰ ἕβδομα ταύτης καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ᾽ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα
Unchecked Copy BoxGen 29:28 - ἐποίησεν δὲ Ιακωβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης καὶ ἔδωκεν αὐτῷ Λαβαν Ραχηλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα
Unchecked Copy BoxGen 29:29 - ἔδωκεν δὲ Λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ Βαλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην
Unchecked Copy BoxGen 29:30 - καὶ εἰσῆλθεν πρὸς Ραχηλ ἠγάπησεν δὲ Ραχηλ μᾶλλον Λειαν καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα
Unchecked Copy BoxGen 29:31 - ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεια ἤνοιξεν τὴν μήτραν αὐτῆς Ραχηλ δὲ ἦν στεῖρα
Unchecked Copy BoxGen 29:32 - καὶ συνέλαβεν Λεια καὶ ἔτεκεν υἱὸν τῷ Ιακωβ ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ρουβην λέγουσα διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν νῦν με ἀγαπήσει ἀνήρ μου
Unchecked Copy BoxGen 29:33 - καὶ συνέλαβεν πάλιν Λεια καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ καὶ εἶπεν ὅτι ἤκουσεν κύριος ὅτι μισοῦμαι καὶ προσέδωκέν μοι καὶ τοῦτον ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Συμεων
Unchecked Copy BoxGen 29:34 - καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ τρεῖς υἱούς διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Λευι
Unchecked Copy BoxGen 29:35 - καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπεν νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιουδα καὶ ἔστη τοῦ τίκτειν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Genesis Chapter 29 — Additional Translations: