LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Έξοδος (Exodus) 30 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxExo 30:1 - καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων καὶ ποιήσεις αὐτὸ
Unchecked Copy BoxExo 30:2 - πήχεος τὸ μῆκος καὶ πήχεος τὸ εὖρος τετράγωνον ἔσται καὶ δύο πήχεων τὸ ὕψος ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ
Unchecked Copy BoxExo 30:3 - καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ
Unchecked Copy BoxExo 30:4 - καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς
Unchecked Copy BoxExo 30:5 - καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ
Unchecked Copy BoxExo 30:6 - καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν
Unchecked Copy BoxExo 30:7 - καὶ θυμιάσει ἐπ᾽ αὐτοῦ Ααρων θυμίαμα σύνθετον λεπτόν τὸ πρωὶ πρωί ὅταν ἐπισκευάζῃ τοὺς λύχνους θυμιάσει ἐπ᾽ αὐτοῦ
Unchecked Copy BoxExo 30:8 - καὶ ὅταν ἐξάπτῃ Ααρων τοὺς λύχνους ὀψέ θυμιάσει ἐπ᾽ αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτῶν
Unchecked Copy BoxExo 30:9 - καὶ οὐκ ἀνοίσεις ἐπ᾽ αὐτοῦ θυμίαμα ἕτερον κάρπωμα θυσίαν καὶ σπονδὴν οὐ σπείσεις ἐπ᾽ αὐτοῦ
Unchecked Copy BoxExo 30:10 - καὶ ἐξιλάσεται ἐπ᾽ αὐτὸ Ααρων ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τοῦ ἐξιλασμοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ καθαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν ἅγιον τῶν ἁγίων ἐστὶν κυρίῳ
Unchecked Copy BoxExo 30:11 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxExo 30:12 - ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν
Unchecked Copy BoxExo 30:13 - καὶ τοῦτό ἐστιν δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν τὸ ἥμισυ τοῦ διδράχμου ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον εἴκοσι ὀβολοὶ τὸ δίδραχμον τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ κυρίῳ
Unchecked Copy BoxExo 30:14 - πᾶς παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω δώσουσιν τὴν εἰσφορὰν κυρίῳ
Unchecked Copy BoxExo 30:15 - πλουτῶν οὐ προσθήσει καὶ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν κυρίῳ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν
Unchecked Copy BoxExo 30:16 - καὶ λήμψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ισραηλ καὶ δώσεις αὐτὸ εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ μνημόσυνον ἔναντι κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν
Unchecked Copy BoxExo 30:17 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxExo 30:18 - ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν ὥστε νίπτεσθαι καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ
Unchecked Copy BoxExo 30:19 - καὶ νίψεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι
Unchecked Copy BoxExo 30:20 - ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα κυρίῳ
Unchecked Copy BoxExo 30:21 - νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσιν καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾽ αὐτόν
Unchecked Copy BoxExo 30:22 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxExo 30:23 - καὶ σὺ λαβὲ ἡδύσματα τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα
Unchecked Copy BoxExo 30:24 - καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαίων ιν
Unchecked Copy BoxExo 30:25 - καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ ἔλαιον χρῖσμα ἅγιον ἔσται
Unchecked Copy BoxExo 30:26 - καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου
Unchecked Copy BoxExo 30:27 - καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος
Unchecked Copy BoxExo 30:28 - καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
Unchecked Copy BoxExo 30:29 - καὶ ἁγιάσεις αὐτά καὶ ἔσται ἅγια τῶν ἁγίων πᾶς ἁπτόμενος αὐτῶν ἁγιασθήσεται
Unchecked Copy BoxExo 30:30 - καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι
Unchecked Copy BoxExo 30:31 - καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν
Unchecked Copy BoxExo 30:32 - ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως ἅγιόν ἐστιν καὶ ἁγίασμα ἔσται ὑμῖν
Unchecked Copy BoxExo 30:33 - ὃς ἂν ποιήσῃ ὡσαύτως καὶ ὃς ἂν δῷ ἀπ᾽ αὐτοῦ ἀλλογενεῖ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ
Unchecked Copy BoxExo 30:34 - καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λαβὲ σεαυτῷ ἡδύσματα στακτήν ὄνυχα χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ ἴσον ἴσῳ ἔσται
Unchecked Copy BoxExo 30:35 - καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον καθαρόν ἔργον ἅγιον
Unchecked Copy BoxExo 30:36 - καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν
Unchecked Copy BoxExo 30:37 - θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν αὐτοῖς ἁγίασμα ἔσται ὑμῖν κυρίῳ
Unchecked Copy BoxExo 30:38 - ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Exodus Chapter 30 — Additional Translations: