LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Β΄ Σαμουήλ (2 Samuel) 9 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box2Sa 9:1 - καὶ εἶπεν Δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν
Unchecked Copy Box2Sa 9:2 - καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ καὶ εἶπεν πρὸς αὐτὸν βασιλεύς εἰ σὺ εἶ Σιβα καὶ εἶπεν ἐγὼ δοῦλος σός
Unchecked Copy Box2Sa 9:3 - καὶ εἶπεν βασιλεύς εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος θεοῦ καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδας
Unchecked Copy Box2Sa 9:4 - καὶ εἶπεν βασιλεύς ποῦ οὗτος καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ
Unchecked Copy Box2Sa 9:5 - καὶ ἀπέστειλεν βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ
Unchecked Copy Box2Sa 9:6 - καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ δοῦλός σου
Unchecked Copy Box2Sa 9:7 - καὶ εἶπεν αὐτῷ Δαυιδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός
Unchecked Copy Box2Sa 9:8 - καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἶπεν τίς εἰμι δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί
Unchecked Copy Box2Sa 9:9 - καὶ ἐκάλεσεν βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου
Unchecked Copy Box2Sa 9:10 - καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι
Unchecked Copy Box2Sa 9:11 - καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται κύριός μου βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει δοῦλός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως
Unchecked Copy Box2Sa 9:12 - καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα καὶ πᾶσα κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε
Unchecked Copy Box2Sa 9:13 - καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

2 Samuel Chapter 9 — Additional Translations: