LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Παραλειπομένων (1 Chronicles) 15 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Ch 15:1 - καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν
Unchecked Copy Box1Ch 15:2 - τότε εἶπεν Δαυιδ οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ᾽ τοὺς Λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος
Unchecked Copy Box1Ch 15:3 - καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ
Unchecked Copy Box1Ch 15:4 - καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας
Unchecked Copy Box1Ch 15:5 - τῶν υἱῶν Κααθ Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν εἴκοσι
Unchecked Copy Box1Ch 15:6 - τῶν υἱῶν Μεραρι Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντήκοντα
Unchecked Copy Box1Ch 15:7 - τῶν υἱῶν Γηρσαμ Ιωηλ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα
Unchecked Copy Box1Ch 15:8 - τῶν υἱῶν Ελισαφαν Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι
Unchecked Copy Box1Ch 15:9 - τῶν υἱῶν Χεβρων Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὀγδοήκοντα
Unchecked Copy Box1Ch 15:10 - τῶν υἱῶν Οζιηλ Αμιναδαβ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο
Unchecked Copy Box1Ch 15:11 - καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ
Unchecked Copy Box1Ch 15:12 - καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ
Unchecked Copy Box1Ch 15:13 - ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι
Unchecked Copy Box1Ch 15:14 - καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ισραηλ
Unchecked Copy Box1Ch 15:15 - καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν ἐν ἀναφορεῦσιν ἐπ᾽ αὐτούς
Unchecked Copy Box1Ch 15:16 - καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης
Unchecked Copy Box1Ch 15:17 - καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ασαφ υἱὸς Βαραχια καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελφῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου
Unchecked Copy Box1Ch 15:18 - καὶ μετ᾽ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας οἱ πυλωροί
Unchecked Copy Box1Ch 15:19 - καὶ οἱ ψαλτῳδοί Αιμαν Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι
Unchecked Copy Box1Ch 15:20 - Ζαχαριας καὶ Οζιηλ Σεμιραμωθ Ιιηλ Ωνι Ελιαβ Μασαιας Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ
Unchecked Copy Box1Ch 15:21 - καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι
Unchecked Copy Box1Ch 15:22 - καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν ὅτι συνετὸς ἦν
Unchecked Copy Box1Ch 15:23 - καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τῆς κιβωτοῦ
Unchecked Copy Box1Ch 15:24 - καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ
Unchecked Copy Box1Ch 15:25 - καὶ ἦν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνῃ
Unchecked Copy Box1Ch 15:26 - καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
Unchecked Copy Box1Ch 15:27 - καὶ Δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενιας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη
Unchecked Copy Box1Ch 15:28 - καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις
Unchecked Copy Box1Ch 15:29 - καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυιδ καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Chronicles Chapter 15 — Additional Translations: