TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Αποκάλυψη (Revelation) 21 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxRev 21:1 - Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν γὰρ πρῶτος οὐρανὸς καὶ πρώτη γῆ παρῆλθεν καὶ θάλασσα οὐκ ἔστιν ἔτι
Unchecked Copy BoxRev 21:2 - καὶ ἐγὼ Ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν καταβαίνουσαν ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς
Unchecked Copy BoxRev 21:3 - καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης Ἰδού, σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων καὶ σκηνώσει μετ᾽ αὐτῶν καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται καὶ αὐτὸς θεὸς ἔσται μετ᾽ αὐτῶν θεός αὐτῶν
Unchecked Copy BoxRev 21:4 - καὶ ἐξαλείψει Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν καὶ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι ὅτι τὰ πρῶτα ἀπῆλθον
Unchecked Copy BoxRev 21:5 - Καὶ εἶπεν καθήμενος ἐπὶ τοῦ θρόνου, Ἰδού, καινὰ πάντα ποιῶ καὶ λέγει μοι, Γράψον ὅτι οὗτοι οἱ λόγοι ἀληθινοί καὶ πιστοὶ εἰσιν
Unchecked Copy BoxRev 21:6 - καὶ εἶπέν μοι γέγονεν ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω ἀρχὴ καὶ τὸ τέλος ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν
Unchecked Copy BoxRev 21:7 - νικῶν κληρονομήσει πάντα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός
Unchecked Copy BoxRev 21:8 - δειλοῖς δὲ καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμακεῦσιν καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ ἐστιν δεύτερος θάνατος
Unchecked Copy BoxRev 21:9 - Καὶ ἦλθεν πρὸς με εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων, Δεῦρο δείξω σοι τὴν νύμφην τοῦ ἀρνίου τὴν γυναῖκα
Unchecked Copy BoxRev 21:10 - καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπ᾽ ὄρος μέγα καὶ ὑψηλόν καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν μεγάλην, τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ
Unchecked Copy BoxRev 21:11 - ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ καὶ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι
Unchecked Copy BoxRev 21:12 - ἔχουσαν τε τεῖχος μέγα καὶ ὑψηλόν ἔχουσαν πυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα καὶ ὀνόματα ἐπιγεγραμμένα ἐστιν τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ·
Unchecked Copy BoxRev 21:13 - ἀπ᾽ ἀνατολῆς πυλῶνες τρεῖς ἀπὸ βορρᾶ πυλῶνες τρεῖς ἀπὸ νότου πυλῶνες τρεῖς ἀπὸ δυσμῶν πυλῶνες τρεῖς
Unchecked Copy BoxRev 21:14 - καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα καὶ ἐν αὐτοῖς ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου
Unchecked Copy BoxRev 21:15 - Καὶ λαλῶν μετ᾽ ἐμοῦ εἶχεν κάλαμον χρυσοῦν ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς
Unchecked Copy BoxRev 21:16 - καὶ πόλις τετράγωνος κεῖται καὶ τὸ μῆκος αὐτῆς τοσοῦτόν ἐστίν ὅσον καὶ τὸ πλάτος καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστιν
Unchecked Copy BoxRev 21:17 - καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν μέτρον ἀνθρώπου ἐστιν ἀγγέλου
Unchecked Copy BoxRev 21:18 - καὶ ἦν ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις καὶ πόλις χρυσίον καθαρὸν ὅμοια ὑάλῳ καθαρῷ
Unchecked Copy BoxRev 21:19 - καὶ οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· θεμέλιος πρῶτος ἴασπις δεύτερος σάπφειρος· τρίτος χαλκηδών τέταρτος σμάραγδος
Unchecked Copy BoxRev 21:20 - πέμπτος σαρδόνυξ ἕκτος σάρδιος· ἕβδομος χρυσόλιθος ὄγδοος βήρυλλος ἔνατος τοπάζιον δέκατος χρυσόπρασος ἑνδέκατος ὑάκινθος δωδέκατος ἀμέθυστος
Unchecked Copy BoxRev 21:21 - καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου καὶ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαφανής
Unchecked Copy BoxRev 21:22 - Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ γὰρ κύριος θεὸς παντοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ ἀρνίον
Unchecked Copy BoxRev 21:23 - καὶ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν ἐν αὐτῇ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν καὶ λύχνος αὐτῆς τὸ ἀρνίον
Unchecked Copy BoxRev 21:24 - καὶ τὰ ἔθνη τῶν σωζομένων ἐν τῷ φωτί αὐτῆς περιπατήσουσιν καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν
Unchecked Copy BoxRev 21:25 - καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ
Unchecked Copy BoxRev 21:26 - καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν
Unchecked Copy BoxRev 21:27 - καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινοῦν, καὶ ποιοῦν βδέλυγμα καὶ ψεῦδος εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Revelation Chapter 21 — Additional Translations: