TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ματθαίος (Matthew) 16 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Mar 8:11–13; Luk 12:54–56 )
Unchecked Copy BoxMat 16:1 - Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς
Unchecked Copy BoxMat 16:2 - δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Ὀψίας γενομένης λέγετε, Εὐδία, πυρράζει γὰρ οὐρανός·
Unchecked Copy BoxMat 16:3 - καὶ πρωΐ Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων οὐρανός· ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε
Unchecked Copy BoxMat 16:4 - Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν
(Mar 8:14–21 )
Unchecked Copy BoxMat 16:5 - Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν
Unchecked Copy BoxMat 16:6 - δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων
Unchecked Copy BoxMat 16:7 - οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν
Unchecked Copy BoxMat 16:8 - γνοὺς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί διαλογίζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι ὅτι ἄρτους οὐκ ἐλάβετε
Unchecked Copy BoxMat 16:9 - οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε
Unchecked Copy BoxMat 16:10 - οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε
Unchecked Copy BoxMat 16:11 - πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτοῦ εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων
Unchecked Copy BoxMat 16:12 - τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλ᾽ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων
(Mar 8:27–30; Luk 9:18–20 )
Unchecked Copy BoxMat 16:13 - Ἐλθὼν δὲ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἰναι τὸν υἱὸν τοῦ ἀνθρώπου
Unchecked Copy BoxMat 16:14 - οἱ δὲ εἰπον, Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν, ἕνα τῶν προφητῶν
Unchecked Copy BoxMat 16:15 - λέγει αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι
Unchecked Copy BoxMat 16:16 - ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν Σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος
Unchecked Copy BoxMat 16:17 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῷ Μακάριος εἶ Σίμων Βαρ Ἰωνᾶ ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ᾽ πατήρ μου ἐν τοῖς οὐρανοῖς
Unchecked Copy BoxMat 16:18 - κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς
Unchecked Copy BoxMat 16:19 - καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν καὶ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς καὶ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς
Unchecked Copy BoxMat 16:20 - τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Ἰησοῦς Χριστός
(Mar 8:31–33; Luk 9:21, 22 )
Unchecked Copy BoxMat 16:21 - Ἀπὸ τότε ἤρξατο Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
Unchecked Copy BoxMat 16:22 - καὶ προσλαβόμενος αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων, Ἵλεώς σοι κύριε· οὐ μὴ ἔσται σοι τοῦτο
Unchecked Copy BoxMat 16:23 - δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ Ὕπαγε ὀπίσω μου Σατανᾶ· σκάνδαλον μου, εἶ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων
(Mar 8:34–38; Luk 9:23–26 )
Unchecked Copy BoxMat 16:24 - Τότε Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι
Unchecked Copy BoxMat 16:25 - ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν
Unchecked Copy BoxMat 16:26 - τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ
Unchecked Copy BoxMat 16:27 - μέλλει γὰρ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ
(Mar 9:1–13; Luk 9:27–36; 2Pe 1:16–18 )
Unchecked Copy BoxMat 16:28 - ἀμὴν λέγω ὑμῖν εἰσίν τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Matthew Chapter 16 — Additional Translations: