TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Μάρκος (Mark) 14 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxMar 14:1 - Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·
Unchecked Copy BoxMar 14:2 - ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ μήποτε θόρυβος ἔσται τοῦ λαοῦ
Unchecked Copy BoxMar 14:3 - Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς Καὶ συντρίψασα τό ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς
Unchecked Copy BoxMar 14:4 - ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς καὶ λέγοντες, Εἰς τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν
Unchecked Copy BoxMar 14:5 - ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ
Unchecked Copy BoxMar 14:6 - δὲ Ἰησοῦς εἶπεν Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε καλὸν ἔργον εἰργάσατο εἰς ἐμέ
Unchecked Copy BoxMar 14:7 - πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν καὶ ὅταν θέλητε δύνασθε αὐτούς εὖ ποιῆσαι ἐμὲ δὲ οὐ πάντοτε ἔχετε
Unchecked Copy BoxMar 14:8 - εἶχεν αὕτη ἐποίησεν· προέλαβεν μυρίσαι μου τὸ σῶμά εἰς τὸν ἐνταφιασμόν
Unchecked Copy BoxMar 14:9 - ἀμὴν λέγω ὑμῖν ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον καὶ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς
Unchecked Copy BoxMar 14:10 - Καὶ Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς
Unchecked Copy BoxMar 14:11 - οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ
Unchecked Copy BoxMar 14:12 - Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων ὅτε τὸ πάσχα ἔθυον λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα
Unchecked Copy BoxMar 14:13 - καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ
Unchecked Copy BoxMar 14:14 - καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι διδάσκαλος λέγει Ποῦ ἐστιν τὸ κατάλυμά ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
Unchecked Copy BoxMar 14:15 - καὶ αὐτὸς ὑμῖν δείξει ἀνὼγεον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν
Unchecked Copy BoxMar 14:16 - καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
Unchecked Copy BoxMar 14:17 - Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα
Unchecked Copy BoxMar 14:18 - καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ἐσθίων μετ᾽ ἐμοῦ
Unchecked Copy BoxMar 14:19 - οἵ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς Μήτι ἐγώ καὶ ἄλλος, μήτι ἐγώ
Unchecked Copy BoxMar 14:20 - δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Εἷς ἐκ τῶν δώδεκα ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρύβλιον
Unchecked Copy BoxMar 14:21 - μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος
Unchecked Copy BoxMar 14:22 - Καὶ ἐσθιόντων αὐτῶν λαβὼν Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν Λάβετε φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου
Unchecked Copy BoxMar 14:23 - καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς καὶ ἔπιον ἐξ αὐτοῦ πάντες
Unchecked Copy BoxMar 14:24 - καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον
Unchecked Copy BoxMar 14:25 - ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
Unchecked Copy BoxMar 14:26 - Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν
Unchecked Copy BoxMar 14:27 - Καὶ λέγει αὐτοῖς Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτη, ὅτι γέγραπται Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα
Unchecked Copy BoxMar 14:28 - ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν
Unchecked Copy BoxMar 14:29 - δὲ Πέτρος ἔφη αὐτῷ καὶ Εἰ πάντες σκανδαλισθήσονται ἀλλ᾽ οὐκ ἐγώ
Unchecked Copy BoxMar 14:30 - καὶ λέγει αὐτῷ Ἰησοῦς Ἀμὴν λέγω σοι ὅτι σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν δὶς ἀλέκτορα φωνῆσαι τρίς ἀπαρνήσῃ με
Unchecked Copy BoxMar 14:31 - δὲ ἐκ περισσοῦ ἔλεγεν μᾶλλον, Ἐὰν με δέῃ συναποθανεῖν σοι οὐ μή σε ἀπαρνήσομαι ὡσαύτως δὲ καὶ πάντες ἔλεγον
Unchecked Copy BoxMar 14:32 - Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ Καθίσατε ὧδε ἕως προσεύξωμαι
Unchecked Copy BoxMar 14:33 - καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην μεθ᾽ ἑαυτοῦ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
Unchecked Copy BoxMar 14:34 - καὶ λέγει αὐτοῖς Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε
Unchecked Copy BoxMar 14:35 - καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ᾽ αὐτοῦ ὥρα
Unchecked Copy BoxMar 14:36 - καὶ ἔλεγεν Αββα πατήρ πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ
Unchecked Copy BoxMar 14:37 - καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ Σίμων καθεύδεις οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι
Unchecked Copy BoxMar 14:38 - γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον δὲ σὰρξ ἀσθενής
Unchecked Copy BoxMar 14:39 - καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών
Unchecked Copy BoxMar 14:40 - καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρήμενοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσιν
Unchecked Copy BoxMar 14:41 - καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἀπέχει· ἦλθεν ὥρα ἰδού, παραδίδοται υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν
Unchecked Copy BoxMar 14:42 - ἐγείρεσθε ἄγωμεν· ἰδού, παραδιδούς με ἤγγικεν
Unchecked Copy BoxMar 14:43 - Καὶ εὐθὲως, ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς ὢν τῶν δώδεκα καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων
Unchecked Copy BoxMar 14:44 - δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς
Unchecked Copy BoxMar 14:45 - καὶ ἐλθὼν εὐθὲως προσελθὼν αὐτῷ λέγει Ῥαββί Ῥαββί καὶ κατεφίλησεν αὐτόν·
Unchecked Copy BoxMar 14:46 - οἱ δὲ ἐπέβαλον ἐπ᾽ αὐτόν τὰς χεῖρας αὑτῶν, καὶ ἐκράτησαν αὐτὸν
Unchecked Copy BoxMar 14:47 - εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον
Unchecked Copy BoxMar 14:48 - καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με
Unchecked Copy BoxMar 14:49 - καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί
Unchecked Copy BoxMar 14:50 - καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον
Unchecked Copy BoxMar 14:51 - Καὶ εἰς τις νεανίσκος ἠκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ καὶ κρατοῦσιν αὐτόν· οἱ νεανίσκοι·
Unchecked Copy BoxMar 14:52 - δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽ αὐτῶν
Unchecked Copy BoxMar 14:53 - Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς
Unchecked Copy BoxMar 14:54 - καὶ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς
Unchecked Copy BoxMar 14:55 - οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν καὶ οὐχ εὕρισκον
Unchecked Copy BoxMar 14:56 - πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν
Unchecked Copy BoxMar 14:57 - καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες
Unchecked Copy BoxMar 14:58 - ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω
Unchecked Copy BoxMar 14:59 - καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν
Unchecked Copy BoxMar 14:60 - καὶ ἀναστὰς ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν τί οὗτοί σου καταμαρτυροῦσιν
Unchecked Copy BoxMar 14:61 - δὲ ἐσιώπα καὶ οὐδέν ἀπεκρίνατο πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ Σὺ εἶ Χριστὸς υἱὸς τοῦ εὐλογητοῦ
Unchecked Copy BoxMar 14:62 - δὲ Ἰησοῦς εἶπεν Ἐγώ εἰμι καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ
Unchecked Copy BoxMar 14:63 - δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει Τί ἔτι χρείαν ἔχομεν μαρτύρων
Unchecked Copy BoxMar 14:64 - ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου
Unchecked Copy BoxMar 14:65 - Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ Προφήτευσον καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον
Unchecked Copy BoxMar 14:66 - Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως
Unchecked Copy BoxMar 14:67 - καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα
Unchecked Copy BoxMar 14:68 - δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα οὐδέ ἐπίσταμαι τί σὺ λέγεις καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν
Unchecked Copy BoxMar 14:69 - καὶ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν, ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν
Unchecked Copy BoxMar 14:70 - δὲ πάλιν ἠρνεῖτο καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ Ἀληθῶς ἐξ αὐτῶν εἶ καὶ γὰρ Γαλιλαῖος εἶ καὶ λαλιά σου ὁμοιάζει
Unchecked Copy BoxMar 14:71 - δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε
Unchecked Copy BoxMar 14:72 - καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν καὶ ἀνεμνήσθη Πέτρος τοῦ ῥήματος οὖ εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δὶς ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιεν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Mark Chapter 14 — Additional Translations: