TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 20 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxLuk 20:1 - Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
Unchecked Copy BoxLuk 20:2 - καὶ Εἰπὸν πρὸς αὐτόν λέγοντες Εἰπε ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς τίς ἐστιν δούς σοι τὴν ἐξουσίαν ταύτην
Unchecked Copy BoxLuk 20:3 - ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι·
Unchecked Copy BoxLuk 20:4 - Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων
Unchecked Copy BoxLuk 20:5 - οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Δια τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
Unchecked Copy BoxLuk 20:6 - ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων πᾶς λαὸς καταλιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι
Unchecked Copy BoxLuk 20:7 - καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν
Unchecked Copy BoxLuk 20:8 - καὶ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Unchecked Copy BoxLuk 20:9 - Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς
Unchecked Copy BoxLuk 20:10 - καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν
Unchecked Copy BoxLuk 20:11 - καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν
Unchecked Copy BoxLuk 20:12 - καὶ προσέθετο πέμψαι· τρίτον οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον
Unchecked Copy BoxLuk 20:13 - εἶπεν δὲ κύριος τοῦ ἀμπελῶνος Τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται
Unchecked Copy BoxLuk 20:14 - ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς, λέγοντες Οὗτός ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται κληρονομία
Unchecked Copy BoxLuk 20:15 - καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν τί οὖν ποιήσει αὐτοῖς κύριος τοῦ ἀμπελῶνος
Unchecked Copy BoxLuk 20:16 - ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο
Unchecked Copy BoxLuk 20:17 - δὲ ἐμβλέψας αὐτοῖς εἶπεν Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
Unchecked Copy BoxLuk 20:18 - πᾶς πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν
Unchecked Copy BoxLuk 20:19 - Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν
Unchecked Copy BoxLuk 20:20 - Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος
Unchecked Copy BoxLuk 20:21 - καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
Unchecked Copy BoxLuk 20:22 - ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι οὔ
Unchecked Copy BoxLuk 20:23 - κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς τί μέ πειράζετε
Unchecked Copy BoxLuk 20:24 - ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν ἀποκριθέντες δὲ εἶπον, Καίσαρος
Unchecked Copy BoxLuk 20:25 - δὲ εἶπεν αὐτοῖς, ἀπόδοτε Τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
Unchecked Copy BoxLuk 20:26 - καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν
Unchecked Copy BoxLuk 20:27 - Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι ἐπηρώτησαν αὐτὸν
Unchecked Copy BoxLuk 20:28 - λέγοντες Διδάσκαλε Μωσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
Unchecked Copy BoxLuk 20:29 - ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
Unchecked Copy BoxLuk 20:30 - καὶ ἔλαβεν δεύτερος τὴν γυναῖκα, καὶ οὑτὸς απέθανεν ἄτεκνος
Unchecked Copy BoxLuk 20:31 - καὶ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον
Unchecked Copy BoxLuk 20:32 - ὕστερον δὲ πάντων ἀπέθανεν καὶ γυνὴ
Unchecked Copy BoxLuk 20:33 - ἐν τῇ οὖν ἀναστάσει τίνος αὐτῶν γίνεται γυνὴ οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
Unchecked Copy BoxLuk 20:34 - καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Ἰησοῦς Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται,
Unchecked Copy BoxLuk 20:35 - οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίσκονται
Unchecked Copy BoxLuk 20:36 - οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν τοῦ θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες
Unchecked Copy BoxLuk 20:37 - ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τόν θεὸν Ἰακώβ
Unchecked Copy BoxLuk 20:38 - θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν
Unchecked Copy BoxLuk 20:39 - ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε καλῶς εἶπας
Unchecked Copy BoxLuk 20:40 - οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν
Unchecked Copy BoxLuk 20:41 - Εἶπεν δὲ πρὸς αὐτούς Πῶς λέγουσιν τὸν Χριστὸν υἱόν Δαβὶδ εἶναι
Unchecked Copy BoxLuk 20:42 - καὶ αὐτὸς Δαβὶδ λέγει ἐν βίβλῳ ψαλμῶν Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου
Unchecked Copy BoxLuk 20:43 - ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Unchecked Copy BoxLuk 20:44 - Δαβὶδ οὖν κύριον αὐτὸν καλεῖ καὶ πῶς υἱός αὐτοῦ ἐστιν
Unchecked Copy BoxLuk 20:45 - Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
Unchecked Copy BoxLuk 20:46 - Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
Unchecked Copy BoxLuk 20:47 - οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρίμα
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 20 — Additional Translations: