TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιωάννης (John) 4 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJhn 4:1 - Ὡς οὖν ἔγνω Κύριος ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει Ἰωάννης
Unchecked Copy BoxJhn 4:2 - καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ
Unchecked Copy BoxJhn 4:3 - ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν
Unchecked Copy BoxJhn 4:4 - ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας
Unchecked Copy BoxJhn 4:5 - ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
Unchecked Copy BoxJhn 4:6 - ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη
Unchecked Copy BoxJhn 4:7 - Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ λέγει αὐτῇ Ἰησοῦς Δός μοι πιεῖν·
Unchecked Copy BoxJhn 4:8 - οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν
Unchecked Copy BoxJhn 4:9 - λέγει οὖν αὐτῷ γυνὴ Σαμαρεῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς οὔσης γυναικὸς Σαμαρείτιδος οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις
Unchecked Copy BoxJhn 4:10 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν
Unchecked Copy BoxJhn 4:11 - λέγει αὐτῷ γυνή Κύριε οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν
Unchecked Copy BoxJhn 4:12 - μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ
Unchecked Copy BoxJhn 4:13 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
Unchecked Copy BoxJhn 4:14 - ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα ἀλλὰ τὸ ὕδωρ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον
Unchecked Copy BoxJhn 4:15 - λέγει πρὸς αὐτὸν γυνή Κύριε δός μοι τοῦτο τὸ ὕδωρ ἵνα μὴ διψῶ μηδὲ έρχωμαι ἐνθάδε ἀντλεῖν
Unchecked Copy BoxJhn 4:16 - Λέγει αὐτῇ Ἰησοῦς, Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε
Unchecked Copy BoxJhn 4:17 - ἀπεκρίθη γυνὴ καὶ εἶπεν Οὐκ ἔχω ἄνδρα λέγει αὐτῇ Ἰησοῦς Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω·
Unchecked Copy BoxJhn 4:18 - πέντε γὰρ ἄνδρας ἔσχες καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας
Unchecked Copy BoxJhn 4:19 - λέγει αὐτῷ γυνή Κύριε θεωρῶ ὅτι προφήτης εἶ σύ
Unchecked Copy BoxJhn 4:20 - οἱ πατέρες ἡμῶν ἐν τούτῳ τῷ ὄρει προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν τόπος ὅπου δεῖ προσκυνεῖν
Unchecked Copy BoxJhn 4:21 - λέγει αὐτῇ Ἰησοῦς γύναι πίστευσον μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί
Unchecked Copy BoxJhn 4:22 - ὑμεῖς προσκυνεῖτε οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν οἴδαμεν ὅτι σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν
Unchecked Copy BoxJhn 4:23 - ἀλλ᾽ ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν
Interlinear Bibles Cross-Refs Commentaries Dictionaries Misc
x
John 4:23 Commentaries
Unchecked Copy BoxJhn 4:24 - πνεῦμα θεός καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν
Unchecked Copy BoxJhn 4:25 - λέγει αὐτῷ γυνή Οἶδα ὅτι Μεσσίας ἔρχεται λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν πάντα
Unchecked Copy BoxJhn 4:26 - λέγει αὐτῇ Ἰησοῦς Ἐγώ εἰμι λαλῶν σοι
Unchecked Copy BoxJhn 4:27 - Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν Τί ζητεῖς Τί λαλεῖς μετ᾽ αὐτῆς
Unchecked Copy BoxJhn 4:28 - ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις
Unchecked Copy BoxJhn 4:29 - Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα μήτι οὗτός ἐστιν Χριστός
Unchecked Copy BoxJhn 4:30 - ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν
Unchecked Copy BoxJhn 4:31 - Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες Ῥαββί φάγε
Unchecked Copy BoxJhn 4:32 - δὲ εἶπεν αὐτοῖς Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε
Unchecked Copy BoxJhn 4:33 - ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν
Unchecked Copy BoxJhn 4:34 - λέγει αὐτοῖς Ἰησοῦς Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον
Unchecked Copy BoxJhn 4:35 - οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνόν ἐστιν καὶ θερισμὸς ἔρχεται ἰδού, λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη
Unchecked Copy BoxJhn 4:36 - καὶ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον ἵνα καὶ σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων
Unchecked Copy BoxJhn 4:37 - ἐν γὰρ τούτῳ λόγος ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν σπείρων καὶ ἄλλος θερίζων
Unchecked Copy BoxJhn 4:38 - ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε
Unchecked Copy BoxJhn 4:39 - Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ὅσα ἐποίησα
Unchecked Copy BoxJhn 4:40 - ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας
Unchecked Copy BoxJhn 4:41 - καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ
Unchecked Copy BoxJhn 4:42 - τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς σωτὴρ τοῦ κόσμου Χριστός
Unchecked Copy BoxJhn 4:43 - Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν·
Unchecked Copy BoxJhn 4:44 - αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει
Unchecked Copy BoxJhn 4:45 - ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι πάντα ἑωρακότες ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν
Unchecked Copy BoxJhn 4:46 - Ἦλθεν οὖν Ἰησοῦς πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον καὶ ἦν τις βασιλικὸς οὗ υἱὸς ἠσθένει ἐν Καπερναούμ·
Unchecked Copy BoxJhn 4:47 - οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν, ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν ἤμελλεν γὰρ ἀποθνῄσκειν
Unchecked Copy BoxJhn 4:48 - εἶπεν οὖν Ἰησοῦς πρὸς αὐτόν Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε οὐ μὴ πιστεύσητε
Unchecked Copy BoxJhn 4:49 - λέγει πρὸς αὐτὸν βασιλικός Κύριε κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου
Unchecked Copy BoxJhn 4:50 - λέγει αὐτῷ Ἰησοῦς Πορεύου υἱός σου ζῇ καὶ ἐπίστευσεν ἄνθρωπος τῷ λόγῳ εἶπεν αὐτῷ Ἰησοῦς καὶ ἐπορεύετο
Unchecked Copy BoxJhn 4:51 - ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι παῖς σου ζῇ
Unchecked Copy BoxJhn 4:52 - ἐπύθετο οὖν παρ᾽ αὐτῶν τὴν ὥραν ἐν κομψότερον ἔσχεν· καὶ εἶπον αὐτῷ ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν πυρετός
Unchecked Copy BoxJhn 4:53 - ἔγνω οὖν πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν εἶπεν αὐτῷ Ἰησοῦς ὅτι υἱός σου ζῇ καὶ ἐπίστευσεν αὐτὸς καὶ οἰκία αὐτοῦ ὅλη
Unchecked Copy BoxJhn 4:54 - Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

John Chapter 4 — Additional Translations: