TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Εβραίους (Hebrews) 9 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(cf. Exo 25:10–40 )
Unchecked Copy BoxHeb 9:1 - εἶχέν μὲν οὖν καὶ πρώτη σκηνή δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν
Unchecked Copy BoxHeb 9:2 - σκηνὴ γὰρ κατεσκευάσθη πρώτη ἐν τε λυχνία καὶ τράπεζα καὶ πρόθεσις τῶν ἄρτων ἥτις λέγεται Ἅγια·
Unchecked Copy BoxHeb 9:3 - μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ λεγομένη Ἅγια Ἁγίων
Unchecked Copy BoxHeb 9:4 - χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ ἐν στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ῥάβδος Ἀαρὼν βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης
Unchecked Copy BoxHeb 9:5 - ὑπεράνω δὲ αὐτῆς χερουβιμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος
Unchecked Copy BoxHeb 9:6 - Τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντός εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες
Unchecked Copy BoxHeb 9:7 - εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεύς οὐ χωρὶς αἵματος προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων
Unchecked Copy BoxHeb 9:8 - τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν
Unchecked Copy BoxHeb 9:9 - ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα καθ᾽ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα
Unchecked Copy BoxHeb 9:10 - μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασιν σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα
Unchecked Copy BoxHeb 9:11 - Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου τοῦτ᾽ ἔστιν, οὐ ταύτης τῆς κτίσεως
Unchecked Copy BoxHeb 9:12 - οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος
Unchecked Copy BoxHeb 9:13 - εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα
Unchecked Copy BoxHeb 9:14 - πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι
Unchecked Copy BoxHeb 9:15 - Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας
Unchecked Copy BoxHeb 9:16 - ὅπου γὰρ διαθήκη θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·
Unchecked Copy BoxHeb 9:17 - διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ διαθέμενος
Unchecked Copy BoxHeb 9:18 - ὅθεν οὐδ᾽ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·
Unchecked Copy BoxHeb 9:19 - λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν
Unchecked Copy BoxHeb 9:20 - λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἡς ἐνετείλατο πρὸς ὑμᾶς θεός
Unchecked Copy BoxHeb 9:21 - καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν
Unchecked Copy BoxHeb 9:22 - καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις
Unchecked Copy BoxHeb 9:23 - Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας
Unchecked Copy BoxHeb 9:24 - οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν Χριστός ἀντίτυπα τῶν ἀληθινῶν ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
Unchecked Copy BoxHeb 9:25 - οὐδ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν ὥσπερ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ
Unchecked Copy BoxHeb 9:26 - ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται
Unchecked Copy BoxHeb 9:27 - καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν μετὰ δὲ τοῦτο κρίσις
Unchecked Copy BoxHeb 9:28 - οὕτως Χριστός ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Hebrews Chapter 9 — Additional Translations: