TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Πράξεις (Acts) 4 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxAct 4:1 - Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι
Unchecked Copy BoxAct 4:2 - διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν
Unchecked Copy BoxAct 4:3 - καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη
Unchecked Copy BoxAct 4:4 - πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε
Unchecked Copy BoxAct 4:5 - Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς
Unchecked Copy BoxAct 4:6 - εἴς Ἰερουσαλήμ καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν, καὶ Ἰωάννην καὶ Ἀλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ
Unchecked Copy BoxAct 4:7 - καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο Ἐν ποίᾳ δυνάμει ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς
Unchecked Copy BoxAct 4:8 - τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραὴλ,
Unchecked Copy BoxAct 4:9 - εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς ἐν τίνι οὗτος σέσωσται
Unchecked Copy BoxAct 4:10 - γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ὃν ὑμεῖς ἐσταυρώσατε ὃν θεὸς ἤγειρεν ἐκ νεκρῶν ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής
Unchecked Copy BoxAct 4:11 - οὗτός ἐστιν λίθος ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν οἰκοδόμούντων, γενόμενος εἰς κεφαλὴν γωνίας
Unchecked Copy BoxAct 4:12 - καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ σωτηρία οὔτε γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν δεῖ σωθῆναι ἡμᾶς
Unchecked Copy BoxAct 4:13 - Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν
Unchecked Copy BoxAct 4:14 - τόν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν
Unchecked Copy BoxAct 4:15 - κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλον πρὸς ἀλλήλους
Unchecked Copy BoxAct 4:16 - λέγοντες Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν καὶ οὐ δυνάμεθα ἀρνήσασθαι·
Unchecked Copy BoxAct 4:17 - ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων
Unchecked Copy BoxAct 4:18 - καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ
Unchecked Copy BoxAct 4:19 - δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτούς εἶπον Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον τοῦ θεοῦ κρίνατε
Unchecked Copy BoxAct 4:20 - οὐ δυνάμεθα γὰρ ἡμεῖς εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν
Unchecked Copy BoxAct 4:21 - οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς διὰ τὸν λαόν ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι·
Unchecked Copy BoxAct 4:22 - ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ἄνθρωπος ἐφ᾽ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως
(cf. Psa 2:1, 2 )
Unchecked Copy BoxAct 4:23 - Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον
Unchecked Copy BoxAct 4:24 - οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπον, Δέσποτα σὺ Θεὸς ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς
Unchecked Copy BoxAct 4:25 - διὰ στόματος Δαβὶδ τοῦ παιδός σου εἰπών Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά
Unchecked Copy BoxAct 4:26 - παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ
Unchecked Copy BoxAct 4:27 - συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν ὃν ἔχρισας Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ
Unchecked Copy BoxAct 4:28 - ποιῆσαι ὅσα χείρ σου καὶ βουλή σου προώρισεν γενέσθαι
Unchecked Copy BoxAct 4:29 - καὶ τὰ νῦν κύριε ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου
Unchecked Copy BoxAct 4:30 - ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ
Unchecked Copy BoxAct 4:31 - καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη τόπος ἐν ἦσαν συνηγμένοι καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας
Unchecked Copy BoxAct 4:32 - Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά
Unchecked Copy BoxAct 4:33 - καὶ μεγάλῃ δυνάμει ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς
Unchecked Copy BoxAct 4:34 - οὐδὲ γὰρ ἐνδεής τις ὑπῇρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων οἰκιῶν ὑπῆρχον πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
Unchecked Copy BoxAct 4:35 - καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν
Unchecked Copy BoxAct 4:36 - Ἰωσῆς δὲ ἐπικληθεὶς Βαρναβᾶς ὑπὸ τῶν ἀποστόλων ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως Λευίτης Κύπριος τῷ γένει
Unchecked Copy BoxAct 4:37 - ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρά τοὺς πόδας τῶν ἀποστόλων
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Acts Chapter 4 — Additional Translations: