TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Πράξεις (Acts) 20 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxAct 20:1 - Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος Παῦλος τοὺς μαθητὰς καὶ ἀσπασάμενος ἐξῆλθεν πορευθῆναι εἰς τὴν Μακεδονίαν
Unchecked Copy BoxAct 20:2 - διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
Unchecked Copy BoxAct 20:3 - ποιήσας τε μῆνας τρεῖς· γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμῃ τοῦ ὑποστρέφειν διὰ Μακεδονίας
Unchecked Copy BoxAct 20:4 - συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος
Unchecked Copy BoxAct 20:5 - οὗτοι προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι
Interlinear Bibles Cross-Refs Commentaries Dictionaries Misc
x
Acts 20:5 Commentaries
Unchecked Copy BoxAct 20:6 - ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρις ἡμερῶν πέντε οὐ διετρίψαμεν ἡμέρας ἑπτά
Unchecked Copy BoxAct 20:7 - Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων τῶν μαθητῶν τοῦ κλάσαι ἄρτον Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου
Unchecked Copy BoxAct 20:8 - ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦσαν συνηγμένοι
Unchecked Copy BoxAct 20:9 - καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός
Unchecked Copy BoxAct 20:10 - καταβὰς δὲ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν Μὴ θορυβεῖσθε γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν
Unchecked Copy BoxAct 20:11 - ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς οὕτως ἐξῆλθεν
Unchecked Copy BoxAct 20:12 - ἤγαγον δὲ τὸν παῖδα ζῶντα καὶ παρεκλήθησαν οὐ μετρίως
Unchecked Copy BoxAct 20:13 - Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν εἲς τὴν Ἆσσον ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ ἦν διατεταγμένος μέλλων αὐτὸς πεζεύειν
Unchecked Copy BoxAct 20:14 - ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἆσσον ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην
Unchecked Copy BoxAct 20:15 - κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρύ Χίου τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον καὶ μεὶναντες ἐν τρωγυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον
Unchecked Copy BoxAct 20:16 - ἔκρινεν γὰρ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γὰρ εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα
Unchecked Copy BoxAct 20:17 - Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας
Unchecked Copy BoxAct 20:18 - ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἡς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην
Unchecked Copy BoxAct 20:19 - δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων
Unchecked Copy BoxAct 20:20 - ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους
Unchecked Copy BoxAct 20:21 - διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς τὸν θεὸν μετάνοιαν καὶ πίστιν τὴν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν
Unchecked Copy BoxAct 20:22 - καὶ νῦν ἰδού, ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς
Unchecked Copy BoxAct 20:23 - πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί λέγον ὅτι δεσμὰ με καὶ θλίψεις μένουσιν
Unchecked Copy BoxAct 20:24 - ἀλλ᾽ οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχὴν μου τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ
Unchecked Copy BoxAct 20:25 - Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ
Unchecked Copy BoxAct 20:26 - διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων·
Unchecked Copy BoxAct 20:27 - οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ
Unchecked Copy BoxAct 20:28 - προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος
Unchecked Copy BoxAct 20:29 - ἐγὼ γὰρ, οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου
Unchecked Copy BoxAct 20:30 - καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν
Unchecked Copy BoxAct 20:31 - διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον
Unchecked Copy BoxAct 20:32 - καὶ τανῦν παρατίθεμαι ὑμᾶς ἀδελφοὶ, τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποἰκοδομῆσαι, καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν
Unchecked Copy BoxAct 20:33 - ἀργυρίου χρυσίου ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
Unchecked Copy BoxAct 20:34 - αὐτοὶ δὲ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται
Unchecked Copy BoxAct 20:35 - πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν διδόναι μᾶλλον λαμβάνειν
Unchecked Copy BoxAct 20:36 - Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο
Unchecked Copy BoxAct 20:37 - ἱκανὸς δὲ ἐγένετο κλαυθμὸς πάντων καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν
Unchecked Copy BoxAct 20:38 - ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Acts Chapter 20 — Additional Translations: