TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Πράξεις (Acts) 18 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxAct 18:1 - Μετὰ δὲ ταῦτα χωρισθεὶς Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον
Unchecked Copy BoxAct 18:2 - καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν Ποντικὸν τῷ γένει προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ τῆς Ῥώμης προσῆλθεν αὐτοῖς
Unchecked Copy BoxAct 18:3 - καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τήν τέχνην
Unchecked Copy BoxAct 18:4 - διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας
Unchecked Copy BoxAct 18:5 - Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σιλᾶς καὶ Τιμόθεος συνείχετο τῷ πνεύματι Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστόν Ἰησοῦν
Unchecked Copy BoxAct 18:6 - ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι
Unchecked Copy BoxAct 18:7 - καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου σεβομένου τὸν θεόν οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ
Unchecked Copy BoxAct 18:8 - Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο
Unchecked Copy BoxAct 18:9 - εἶπεν δὲ κύριος δι᾽ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ Μὴ φοβοῦ ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς
Unchecked Copy BoxAct 18:10 - διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ
Unchecked Copy BoxAct 18:11 - Ἐκάθισεν τε ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ
Unchecked Copy BoxAct 18:12 - Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα
Unchecked Copy BoxAct 18:13 - λέγοντες ὅτι Παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν
Unchecked Copy BoxAct 18:14 - μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους Εἰ μὲν οὖν ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν Ἰουδαῖοι κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν·
Unchecked Copy BoxAct 18:15 - εἰ δὲ ζήτημά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι
Unchecked Copy BoxAct 18:16 - καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος
Unchecked Copy BoxAct 18:17 - ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν
Unchecked Copy BoxAct 18:18 - δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας κειράμενος τὴν κεφαλήν ἐν Κεγχρεαῖς εἶχεν γὰρ εὐχήν
Unchecked Copy BoxAct 18:19 - κατήντησεν δὲ εἰς Ἔφεσον κἀκείνους κατέλιπεν αὐτοῦ αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις
Unchecked Copy BoxAct 18:20 - ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾽ αὐτοῖς, οὐκ ἐπένευσεν
Unchecked Copy BoxAct 18:21 - ἀλλ᾽ ἀπετάξατο αὐτοῖς, εἰπών Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομενην ποιῆσαι εἰς Ἰεροσόλυμα, Πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου
Unchecked Copy BoxAct 18:22 - καὶ κατελθὼν εἰς Καισάρειαν ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν
Unchecked Copy BoxAct 18:23 - καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν ἐπιστηρίζων πάντας τοὺς μαθητάς
Unchecked Copy BoxAct 18:24 - Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι Ἀλεξανδρεὺς τῷ γένει ἀνὴρ λόγιος κατήντησεν εἰς Ἔφεσον δυνατὸς ὢν ἐν ταῖς γραφαῖς
Unchecked Copy BoxAct 18:25 - οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου·
Unchecked Copy BoxAct 18:26 - οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ θεοῦ ὁδὸν
Unchecked Copy BoxAct 18:27 - βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
Unchecked Copy BoxAct 18:28 - εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Acts Chapter 18 — Additional Translations: