TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Πράξεις (Acts) 9 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Act 22:6–16; 26:12–18 )
Unchecked Copy BoxAct 9:1 - δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου προσελθὼν τῷ ἀρχιερεῖ
Unchecked Copy BoxAct 9:2 - ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ
Unchecked Copy BoxAct 9:3 - ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ
Unchecked Copy BoxAct 9:4 - καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ τί με διώκεις
Unchecked Copy BoxAct 9:5 - εἶπεν δέ Τίς εἶ κύριε δέ Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· σκληρόν σοι πρὸς κέντρα λακτίζειν
Unchecked Copy BoxAct 9:6 - Τρέμων τε καὶ θαμβῶν εἶπεν κύριε τί μέ θέλεις ποιῆσαι καὶ κύριος πρός αὐτόν ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν
Unchecked Copy BoxAct 9:7 - οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐννεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες
Unchecked Copy BoxAct 9:8 - ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν
Unchecked Copy BoxAct 9:9 - καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν
Unchecked Copy BoxAct 9:10 - Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἐν ὁράματι Ἁνανία δὲ εἶπεν Ἰδού, ἐγώ κύριε
Unchecked Copy BoxAct 9:11 - δὲ κύριος πρὸς αὐτόν Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδού, γὰρ προσεύχεται
Unchecked Copy BoxAct 9:12 - καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἁνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ
Unchecked Copy BoxAct 9:13 - ἀπεκρίθη δὲ Ἁνανίας Κύριε ἄκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἰερουσαλήμ·
Unchecked Copy BoxAct 9:14 - καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου
Unchecked Copy BoxAct 9:15 - εἶπεν δὲ πρὸς αὐτὸν κύριος Πορεύου ὅτι σκεῦος ἐκλογῆς μοι ἐστίν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·
Unchecked Copy BoxAct 9:16 - ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν
Unchecked Copy BoxAct 9:17 - Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν Σαοὺλ ἀδελφέ κύριος ἀπέσταλκέν με Ἰησοῦς ὀφθείς σοι ἐν τῇ ὁδῷ ἤρχου ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου
Unchecked Copy BoxAct 9:18 - καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες ἀνέβλεψέν τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη
Unchecked Copy BoxAct 9:19 - καὶ λαβὼν τροφὴν ἐνίσχυσεν Ἐγένετο δὲ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς
Unchecked Copy BoxAct 9:20 - καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ
Unchecked Copy BoxAct 9:21 - ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν πορθήσας ἕν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς
Unchecked Copy BoxAct 9:22 - Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ συμβιβάζων ὅτι οὗτός ἐστιν Χριστός
Unchecked Copy BoxAct 9:23 - Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
Unchecked Copy BoxAct 9:24 - ἐγνώσθη δὲ τῷ Σαύλῳ ἐπιβουλὴ αὐτῶν παρετηροῦν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
Unchecked Copy BoxAct 9:25 - λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι
Unchecked Copy BoxAct 9:26 - Παραγενόμενος δὲ Σαῦλος εἰς Ἰερουσαλὴμ ἐπείρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς καὶ πάντες ἐφοβοῦντο αὐτόν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής
Unchecked Copy BoxAct 9:27 - Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ
Unchecked Copy BoxAct 9:28 - καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἰερουσαλήμ
Unchecked Copy BoxAct 9:29 - καὶ παρρησιαζόμενος ἕν τῷ ὀνόματί τοῦ κυρίου Ἰησοῦ ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς οἱ δὲ ἐπεχείρουν αὐτόν ἀνελεῖν
Unchecked Copy BoxAct 9:30 - ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν
Unchecked Copy BoxAct 9:31 - Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομουμέναι καὶ πορευομέναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο
Unchecked Copy BoxAct 9:32 - Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν
Unchecked Copy BoxAct 9:33 - εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτω ὃς ἦν παραλελυμένος
Unchecked Copy BoxAct 9:34 - καὶ εἶπεν αὐτῷ Πέτρος Αἰνέα ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ καὶ εὐθέως ἀνέστη
Unchecked Copy BoxAct 9:35 - καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρῶναν, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον
Unchecked Copy BoxAct 9:36 - Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει
Unchecked Copy BoxAct 9:37 - ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ
Unchecked Copy BoxAct 9:38 - ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες Μὴ ὀκνήσαι διελθεῖν ἕως αὐτῶν
Unchecked Copy BoxAct 9:39 - ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα Δορκάς
Unchecked Copy BoxAct 9:40 - ἐκβαλὼν δὲ ἔξω πάντας Πέτρος θεὶς τὰ γόνατα προσηύξατο καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν Ταβιθά ἀνάστηθι δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν
Unchecked Copy BoxAct 9:41 - δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν
Unchecked Copy BoxAct 9:42 - γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς Ἰόππης καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν κύριον
Unchecked Copy BoxAct 9:43 - Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτόν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Acts Chapter 9 — Additional Translations: