TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Τιμόθεο (1 Timothy) 6 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Ti 6:1 - Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ διδασκαλία βλασφημῆται
Unchecked Copy Box1Ti 6:2 - οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν ὅτι ἀδελφοί εἰσιν ἀλλὰ μᾶλλον δουλευέτωσαν ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι Ταῦτα δίδασκε καὶ παρακάλει
Unchecked Copy Box1Ti 6:3 - εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ
Unchecked Copy Box1Ti 6:4 - τετύφωται μηδὲν ἐπιστάμενος ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφημίαι ὑπόνοιαι πονηραί
Unchecked Copy Box1Ti 6:5 - παραδιατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν ἀφίστασο ἀπὸ τῶν τοιούτων
Unchecked Copy Box1Ti 6:6 - ἔστιν δὲ πορισμὸς μέγας εὐσέβεια μετὰ αὐταρκείας·
Unchecked Copy Box1Ti 6:7 - οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
Unchecked Copy Box1Ti 6:8 - ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα
Unchecked Copy Box1Ti 6:9 - οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν
Unchecked Copy Box1Ti 6:10 - ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν φιλαργυρία ἡς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς
Unchecked Copy Box1Ti 6:11 - Σὺ δέ ἄνθρωπε τοῦ θεοῦ ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν ἀγάπην ὑπομονήν πρᾳότητα
Unchecked Copy Box1Ti 6:12 - ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων
Unchecked Copy Box1Ti 6:13 - παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν
Unchecked Copy Box1Ti 6:14 - τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Unchecked Copy Box1Ti 6:15 - ἣν καιροῖς ἰδίοις δείξει μακάριος καὶ μόνος δυνάστης βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων
Unchecked Copy Box1Ti 6:16 - μόνος ἔχων ἀθανασίαν φῶς οἰκῶν ἀπρόσιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· τιμὴ καὶ κράτος αἰώνιον ἀμήν
Unchecked Copy Box1Ti 6:17 - Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ᾽ ἐν τῷ θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν
Unchecked Copy Box1Ti 6:18 - ἀγαθοεργεῖν πλουτεῖν ἐν ἔργοις καλοῖς εὐμεταδότους εἶναι κοινωνικούς
Unchecked Copy Box1Ti 6:19 - ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον ἵνα ἐπιλάβωνται τῆς αἰωνιόυ ζωῆς
Unchecked Copy Box1Ti 6:20 - Τιμόθεε τὴν παρακαταθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως
Unchecked Copy Box1Ti 6:21 - ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν χάρις μετὰ σοῦ ἀμήν πρός Τιμόθεον πρώτη ἐγράφη ἀπό Λαοδικείας ἥτις ἐστίν μητρόπολις φρυγίας τῆς Πακατιανῆς
Interlinear Bibles Cross-Refs Commentaries Dictionaries Misc
x
1 Timothy 6:21 Commentaries
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Timothy Chapter 6 — Additional Translations: