TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Κορινθίους (1 Corinthians) 15 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(cf. Mar 16:9–20 )
Unchecked Copy Box1Co 15:1 - Γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν καὶ παρελάβετε ἐν καὶ ἑστήκατε
Unchecked Copy Box1Co 15:2 - δι᾽ οὗ καὶ σῴζεσθε τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε
Unchecked Copy Box1Co 15:3 - παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς
Unchecked Copy Box1Co 15:4 - καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς
Unchecked Copy Box1Co 15:5 - καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα·
Unchecked Copy Box1Co 15:6 - ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι τινὲς δὲ καὶ ἐκοιμήθησαν·
Unchecked Copy Box1Co 15:7 - ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
Unchecked Copy Box1Co 15:8 - ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί
Unchecked Copy Box1Co 15:9 - Ἐγὼ γάρ εἰμι ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
Unchecked Copy Box1Co 15:10 - χάριτι δὲ θεοῦ εἰμι εἰμι καὶ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλ᾽ χάρις τοῦ θεοῦ σὺν ἐμοί
Unchecked Copy Box1Co 15:11 - εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε
(cf. 1Th 4:13–18 )
Unchecked Copy Box1Co 15:12 - Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσιν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν
Unchecked Copy Box1Co 15:13 - εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται·
Unchecked Copy Box1Co 15:14 - εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν κενὴ δὲ καὶ πίστις ὑμῶν·
Unchecked Copy Box1Co 15:15 - εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται
Unchecked Copy Box1Co 15:16 - εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστὸς ἐγήγερται·
Unchecked Copy Box1Co 15:17 - εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν
Unchecked Copy Box1Co 15:18 - ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο
Unchecked Copy Box1Co 15:19 - εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
Unchecked Copy Box1Co 15:20 - Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο
Unchecked Copy Box1Co 15:21 - ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν
Unchecked Copy Box1Co 15:22 - ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται
Unchecked Copy Box1Co 15:23 - ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
Unchecked Copy Box1Co 15:24 - εἶτα τὸ τέλος ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν
Unchecked Copy Box1Co 15:25 - δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἄν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ
Unchecked Copy Box1Co 15:26 - ἔσχατος ἐχθρὸς καταργεῖται θάνατος·
Unchecked Copy Box1Co 15:27 - πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα
Unchecked Copy Box1Co 15:28 - ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα τότε καὶ αὐτὸς υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα θεὸς τὰ πάντα ἐν πᾶσιν
Unchecked Copy Box1Co 15:29 - Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν
Unchecked Copy Box1Co 15:30 - τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν
Unchecked Copy Box1Co 15:31 - καθ᾽ ἡμέραν ἀποθνῄσκω νὴ τὴν ἡμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
Unchecked Copy Box1Co 15:32 - εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται Φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν
Unchecked Copy Box1Co 15:33 - μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρησθ᾽ ὁμιλίαι κακαί
Unchecked Copy Box1Co 15:34 - ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν πρὸς ἐντροπὴν ὑμῖν λέγω
Unchecked Copy Box1Co 15:35 - ἀλλ᾽ ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται
Unchecked Copy Box1Co 15:36 - Ἄφρον σὺ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
Unchecked Copy Box1Co 15:37 - καὶ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου τινος τῶν λοιπῶν·
Unchecked Copy Box1Co 15:38 - δὲ θεὸς αὐτῷ δίδωσιν σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα
Unchecked Copy Box1Co 15:39 - οὐ πᾶσα σὰρξ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν σὰρξ ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνῶν ἄλλη δὲ ἰχθύων ἄλλη δὲ πτηνῶν
Unchecked Copy Box1Co 15:40 - καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ᾽ ἑτέρα μὲν τῶν ἐπουρανίων δόξα ἑτέρα δὲ τῶν ἐπιγείων
Unchecked Copy Box1Co 15:41 - ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ
Unchecked Copy Box1Co 15:42 - Οὕτως καὶ ἀνάστασις τῶν νεκρῶν σπείρεται ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ·
Unchecked Copy Box1Co 15:43 - σπείρεται ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει·
Unchecked Copy Box1Co 15:44 - σπείρεται σῶμα ψυχικόν ἐγείρεται σῶμα πνευματικόν ἔστιν σῶμα ψυχικόν καὶ ἔστιν σῶμα πνευματικόν
Unchecked Copy Box1Co 15:45 - οὕτως καὶ γέγραπται Ἐγένετο πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν
Unchecked Copy Box1Co 15:46 - ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν
Unchecked Copy Box1Co 15:47 - πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός δεύτερος ἄνθρωπος Κύριος ἐξ οὐρανοῦ
Unchecked Copy Box1Co 15:48 - οἷος χοϊκός τοιοῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
Unchecked Copy Box1Co 15:49 - καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
Unchecked Copy Box1Co 15:50 - Τοῦτο δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ
Unchecked Copy Box1Co 15:51 - ἰδού, μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα
Unchecked Copy Box1Co 15:52 - ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα
Unchecked Copy Box1Co 15:53 - δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν
Unchecked Copy Box1Co 15:54 - ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενήσεται λόγος γεγραμμένος Κατεπόθη θάνατος εἰς νῖκος
Unchecked Copy Box1Co 15:55 - ποῦ σου θάνατε τὸ κέντρον ποῦ σου ᾅδη, τὸ νῖκος
Unchecked Copy Box1Co 15:56 - τὸ δὲ κέντρον τοῦ θανάτου ἁμαρτία δὲ δύναμις τῆς ἁμαρτίας νόμος·
Unchecked Copy Box1Co 15:57 - τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Unchecked Copy Box1Co 15:58 - Ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε εἰδότες ὅτι κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Corinthians Chapter 15 — Additional Translations: