Previous Chapter Full Page Full Page Next Chapter

Φιλιππησίους (Philippians) 4 :: Textus Receptus (TR)

Phl 4:1Ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι χαρὰ καὶ στέφανός μου οὕτως στήκετε ἐν κυρίῳ ἀγαπητοί
Phl 4:2εὐωδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ
Phl 4:3καὶ ἐρωτῶ καὶ σέ σύζυγε γνήσιε συλλαμβάνου αὐταῖς αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς
Phl 4:4Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ χαίρετε
Phl 4:5τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις κύριος ἐγγύς
Phl 4:6μηδὲν μεριμνᾶτε ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν
Phl 4:7καὶ εἰρήνη τοῦ θεοῦ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
Phl 4:8Τὸ λοιπόν ἀδελφοί ὅσα ἐστὶν ἀληθῆ ὅσα σεμνά ὅσα δίκαια ὅσα ἁγνά ὅσα προσφιλῆ ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταῦτα λογίζεσθε·
Phl 4:9 καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί ταῦτα πράσσετε· καὶ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν
Phl 4:10Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν ἐφ᾽ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ
Phl 4:11οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι
Phl 4:12οἶδα δὲ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
Phl 4:13πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ
Phl 4:14πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει
Phl 4:15Οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι
Phl 4:16ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε
Phl 4:17οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν
Phl 4:18ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ θεῷ
Phl 4:19 δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ
Phl 4:20τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Phl 4:21Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί
Phl 4:22ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας
Phl 4:23 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν ἀμην πρός Φιλιππησίους ἐγράφη ἀπό Ῥώμης δι᾽ Ἐπαφροδίτου
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Philippians Chapter 4 — Additional Translations: