Previous Chapter Full Page Full Page Next Chapter

Ματθαίος (Matthew) 24 :: Textus Receptus (TR)

Mat 24:1Καὶ ἐξελθὼν Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ
Mat 24:2 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ βλέπετε πάντα ταῦτα ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθήσεται
Mat 24:3Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος
Mat 24:4καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
Mat 24:5πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγώ εἰμι Χριστός, καὶ πολλοὺς πλανήσουσιν
Mat 24:6μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι ἀλλ᾽ οὔπω ἐστὶν τὸ τέλος
Mat 24:7ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται λιμοὶ καὶ λοιμοί καὶ σεισμοὶ κατὰ τόπους·
Mat 24:8πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων
Mat 24:9τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου
Mat 24:10καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
Mat 24:11καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
Mat 24:12καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἀγάπη τῶν πολλῶν
Mat 24:13 δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται
Mat 24:14καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν καὶ τότε ἥξει τὸ τέλος
Mat 24:15Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ ἀναγινώσκων νοείτω
Mat 24:16τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπί τὰ ὄρη
Mat 24:17 ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τι ἐκ τῆς οἰκίας αὐτοῦ
Mat 24:18καὶ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ
Mat 24:19οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις
Mat 24:20προσεύχεσθε δὲ ἵνα μὴ γένηται φυγὴ ὑμῶν χειμῶνος μηδὲ ἐν σαββάτῳ
Mat 24:21ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ οὐ μὴ γένηται
Mat 24:22καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι
Mat 24:23τότε ἐάν τις ὑμῖν εἴπῃ Ἰδού, ὧδε Χριστός, ἤ, Ὧδε, μὴ πιστεύσητε·
Mat 24:24ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς·
Mat 24:25ἰδού, προείρηκα ὑμῖν
Mat 24:26ἐὰν οὖν εἴπωσιν ὑμῖν Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις μὴ πιστεύσητε·
Mat 24:27ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Mat 24:28ὅπου γὰρ ἐὰν τὸ πτῶμα ἐκεῖ συναχθήσονται οἱ ἀετοί
Mat 24:29Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ἥλιος σκοτισθήσεται καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται
Mat 24:30καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
Mat 24:31καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν
Mat 24:32Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
Mat 24:33οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε πάντα ταῦτα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις
Mat 24:34ἀμὴν λέγω ὑμῖν οὐ μὴ παρέλθῃ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται
Mat 24:35 οὐρανὸς καὶ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν
Mat 24:36Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν εἰ μὴ πατὴρ μου μόνος
Mat 24:37ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου
Mat 24:38ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν
Mat 24:39καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν κατακλυσμὸς καὶ ἦρεν ἅπαντας οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου
Mat 24:40τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·
Mat 24:41δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται καὶ μία ἀφίεται
Mat 24:42γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ κύριος ὑμῶν ἔρχεται
Mat 24:43ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ φυλακῇ κλέπτης ἔρχεται ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ
Mat 24:44διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται
Mat 24:45Τίς ἄρα ἐστὶν πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ
Mat 24:46μακάριος δοῦλος ἐκεῖνος ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως
Mat 24:47ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν
Mat 24:48ἐὰν δὲ εἴπῃ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει κύριος μου ἐλθεῖν,
Mat 24:49καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων
Mat 24:50ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει
Mat 24:51καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Matthew Chapter 24 — Additional Translations: