Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 10 :: Textus Receptus (TR)

Luk 10:1Μετὰ δὲ ταῦτα ἀνέδειξεν κύριος καὶ ἑτέρους ἑβδομήκοντα καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι
Luk 10:2ἔλεγεν οὖν πρὸς αὐτούς μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ
Luk 10:3ὑπάγετε· ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων
Luk 10:4μὴ βαστάζετε βαλάντιον, μὴ πήραν μηδὲ ὑποδήματα καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε
Luk 10:5εἰς ἣν δ᾽ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε Εἰρήνη τῷ οἴκῳ τούτῳ
Luk 10:6καὶ ἐὰν μέν ἐκεῖ υἱὸς εἰρήνης ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει
Luk 10:7ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
Luk 10:8καὶ εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν
Luk 10:9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς Ἤγγικεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ
Luk 10:10εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε
Luk 10:11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ
Luk 10:12λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται τῇ πόλει ἐκείνῃ
Luk 10:13Οὐαί σοι Χωραζίν οὐαί σοι Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν
Luk 10:14πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ὑμῖν
Luk 10:15καὶ σύ Καπερναούμ, ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ
Luk 10:16 ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με
Luk 10:17Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες Κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου
Luk 10:18εἶπεν δὲ αὐτοῖς Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα
Luk 10:19ἰδού, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ
Luk 10:20πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς
Luk 10:21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι Ἰησοῦς, καὶ εἶπεν Ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί πατήρ ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου
Luk 10:22καὶ στραφείς πρός τούς μαθητάς εἶπεν Πάντα παρεδόθη μοι ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν υἱὸς εἰ μὴ πατήρ καὶ τίς ἐστιν πατὴρ εἰ μὴ υἱὸς καὶ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι
Luk 10:23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες βλέπετε
Luk 10:24λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν
Luk 10:25Καὶ ἰδού, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν Καὶ λέγων, Διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
Luk 10:26 δὲ εἶπεν πρὸς αὐτόν Ἐν τῷ νόμῳ τί γέγραπται πῶς ἀναγινώσκεις
Luk 10:27 δὲ ἀποκριθεὶς εἶπεν Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν
Luk 10:28εἶπεν δὲ αὐτῷ Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ
Luk 10:29 δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν Καὶ τίς ἐστίν μου πλησίον
Luk 10:30ὑπολαβὼν δέ Ἰησοῦς εἶπεν Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα
Luk 10:31κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν·
Luk 10:32ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν
Luk 10:33Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτὸν καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη
Luk 10:34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ
Luk 10:35καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ, Ἐπιμελήθητι αὐτοῦ καὶ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι
Luk 10:36τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς
Luk 10:37 δὲ εἶπεν ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ εἶπεν οὖν αὐτῷ Ἰησοῦς Πορεύου καὶ σὺ ποίει ὁμοίως
Luk 10:38Ἐγένετο δὲ Ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν εἰς τὸν οἶκον αὑτῆς
Luk 10:39καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριά, καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουεν τὸν λόγον αὐτοῦ
Luk 10:40 δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν Κύριε οὐ μέλει σοι ὅτι ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται
Luk 10:41ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ Ἰησοῦς, Μάρθα Μάρθα μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά
Luk 10:42ἑνὸς δέ ἐστιν χρεία· Μαριά δέ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

Luke Chapter 10 — Additional Translations: