Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Τιμόθεο (2 Timothy) 4 :: Textus Receptus (TR)

2Ti 4:1Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
2Ti 4:2κήρυξον τὸν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ
2Ti 4:3ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
2Ti 4:4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται
2Ti 4:5σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον
2Ti 4:6Ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ καιρὸς τῆς ἐμῆς ἀναλύσεώς ἐφέστηκεν
2Ti 4:7τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα·
2Ti 4:8λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πάσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ
2Ti 4:9Σπούδασον ἐλθεῖν πρός με ταχέως·
2Ti 4:10Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν·
2Ti 4:11Λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν
2Ti 4:12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον
2Ti 4:13τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
2Ti 4:14Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
2Ti 4:15ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις
2Ti 4:16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·
2Ti 4:17 δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος
2Ti 4:18καὶ ῥύσεταί με κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
2Ti 4:19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον
2Ti 4:20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα
2Ti 4:21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες
2Ti 4:22 κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου χάρις μεθ᾽ ὑμῶν ἀμήν πρός Τιμόθεον δευτέρᾳ τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπό Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρί Νέρωνι
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

2 Timothy Chapter 4 — Additional Translations: