Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Τιμόθεο (1 Timothy) 6 :: Textus Receptus (TR)

1Ti 6:1Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ διδασκαλία βλασφημῆται
1Ti 6:2οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν ὅτι ἀδελφοί εἰσιν ἀλλὰ μᾶλλον δουλευέτωσαν ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι Ταῦτα δίδασκε καὶ παρακάλει
1Ti 6:3εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ
1Ti 6:4τετύφωται μηδὲν ἐπιστάμενος ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφημίαι ὑπόνοιαι πονηραί
1Ti 6:5παραδιατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν ἀφίστασο ἀπὸ τῶν τοιούτων
1Ti 6:6ἔστιν δὲ πορισμὸς μέγας εὐσέβεια μετὰ αὐταρκείας·
1Ti 6:7οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
1Ti 6:8ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα
1Ti 6:9οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν
1Ti 6:10ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν φιλαργυρία ἡς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς
1Ti 6:11Σὺ δέ ἄνθρωπε τοῦ θεοῦ ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν ἀγάπην ὑπομονήν πρᾳότητα
1Ti 6:12ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων
1Ti 6:13παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν
1Ti 6:14τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
1Ti 6:15ἣν καιροῖς ἰδίοις δείξει μακάριος καὶ μόνος δυνάστης βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων
1Ti 6:16 μόνος ἔχων ἀθανασίαν φῶς οἰκῶν ἀπρόσιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· τιμὴ καὶ κράτος αἰώνιον ἀμήν
1Ti 6:17Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ᾽ ἐν τῷ θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν
1Ti 6:18ἀγαθοεργεῖν πλουτεῖν ἐν ἔργοις καλοῖς εὐμεταδότους εἶναι κοινωνικούς
1Ti 6:19ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον ἵνα ἐπιλάβωνται τῆς αἰωνιόυ ζωῆς
1Ti 6:20 Τιμόθεε τὴν παρακαταθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως
1Ti 6:21ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν χάρις μετὰ σοῦ ἀμήν πρός Τιμόθεον πρώτη ἐγράφη ἀπό Λαοδικείας ἥτις ἐστίν μητρόπολις φρυγίας τῆς Πακατιανῆς
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

1 Timothy Chapter 6 — Additional Translations: