Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 12 :: Morphological Greek New Testament (MGNT)

Luk 12:1ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὥστε καταπατεῖν ἀλλήλους ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων
Luk 12:2οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν οὐ γνωσθήσεται
Luk 12:3ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται καὶ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων
Luk 12:4λέγω δὲ ὑμῖν τοῖς φίλοις μου μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι
Luk 12:5ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν ναί λέγω ὑμῖν τοῦτον φοβήθητε
Luk 12:6οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ
Luk 12:7ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται μὴ φοβεῖσθε πολλῶν στρουθίων διαφέρετε
Luk 12:8λέγω δὲ ὑμῖν πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ
Luk 12:9 δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ
Luk 12:10καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται
Luk 12:11ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ μεριμνήσητε πῶς τί ἀπολογήσησθε τί εἴπητε
Luk 12:12τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ δεῖ εἰπεῖν
Luk 12:13εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ διδάσκαλε εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν
Luk 12:14 δὲ εἶπεν αὐτῷ ἄνθρωπε τίς με κατέστησεν κριτὴν μεριστὴν ἐφ᾽ ὑμᾶς
Luk 12:15εἶπεν δὲ πρὸς αὐτούς ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ
Luk 12:16εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν χώρα
Luk 12:17καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων τί ποιήσω ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου
Luk 12:18καὶ εἶπεν τοῦτο ποιήσω καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου
Luk 12:19καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχή ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά ἀναπαύου φάγε πίε εὐφραίνου
Luk 12:20εἶπεν δὲ αὐτῷ θεός ἄφρων ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ δὲ ἡτοίμασας τίνι ἔσται
Luk 12:21οὕτως θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν
Luk 12:22εἶπεν δὲ πρὸς τοὺς μαθητάς αὐτοῦ διὰ τοῦτο λέγω ὑμῖν μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε
Luk 12:23 γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος
Luk 12:24κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη καὶ θεὸς τρέφει αὐτούς πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν
Luk 12:25τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν
Luk 12:26εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε τί περὶ τῶν λοιπῶν μεριμνᾶτε
Luk 12:27κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει οὐ κοπιᾷ οὐδὲ νήθει λέγω δὲ ὑμῖν οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων
Luk 12:28εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον θεὸς οὕτως ἀμφιέζει πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι
Luk 12:29καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε καὶ μὴ μετεωρίζεσθε
Luk 12:30ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν ὑμῶν δὲ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων
Luk 12:31πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ καὶ ταῦτα προστεθήσεται ὑμῖν
Luk 12:32μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον ὅτι εὐδόκησεν πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν
Luk 12:33πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει
Luk 12:34ὅπου γάρ ἐστιν θησαυρὸς ὑμῶν ἐκεῖ καὶ καρδία ὑμῶν ἔσται
Luk 12:35ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι
Luk 12:36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ
Luk 12:37μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν κύριος εὑρήσει γρηγοροῦντας ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς
Luk 12:38κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως μακάριοί εἰσιν ἐκεῖνοι
Luk 12:39τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ ὥρᾳ κλέπτης ἔρχεται οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ
Luk 12:40καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται
Luk 12:41εἶπεν δὲ Πέτρος κύριε πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις καὶ πρὸς πάντας
Luk 12:42καὶ εἶπεν κύριος τίς ἄρα ἐστὶν πιστὸς οἰκονόμος φρόνιμος ὃν καταστήσει κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον
Luk 12:43μακάριος δοῦλος ἐκεῖνος ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως
Luk 12:44ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν
Luk 12:45ἐὰν δὲ εἴπῃ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ χρονίζει κύριός μου ἔρχεσθαι καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι
Luk 12:46ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει
Luk 12:47ἐκεῖνος δὲ δοῦλος γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς
Luk 12:48 δὲ μὴ γνούς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας παντὶ δὲ ἐδόθη πολύ πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ καὶ παρέθεντο πολύ περισσότερον αἰτήσουσιν αὐτόν
Luk 12:49πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ τί θέλω εἰ ἤδη ἀνήφθη
Luk 12:50βάπτισμα δὲ ἔχω βαπτισθῆναι καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ
Luk 12:51δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ οὐχί λέγω ὑμῖν ἀλλ᾽ διαμερισμόν
Luk 12:52ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν
Luk 12:53διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί μήτηρ ἐπὶ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν
Luk 12:54ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν εὐθέως λέγετε ὅτι ὄμβρος ἔρχεται καὶ γίνεται οὕτως
Luk 12:55καὶ ὅταν νότον πνέοντα λέγετε ὅτι καύσων ἔσται καὶ γίνεται
Luk 12:56ὑποκριταί τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν
Luk 12:57τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον
Luk 12:58ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν καὶ κριτής σε παραδώσει τῷ πράκτορι καὶ πράκτωρ σε βαλεῖ εἰς φυλακήν
Luk 12:59λέγω σοι οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 12 — Additional Translations: