Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 9 :: Morphological Greek New Testament (MGNT)

Jhn 9:1καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς
Jhn 9:2καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες ῥαββί τίς ἥμαρτεν οὗτος οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ
Jhn 9:3ἀπεκρίθη Ἰησοῦς οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ
Jhn 9:4ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι
Jhn 9:5ὅταν ἐν τῷ κόσμῳ φῶς εἰμι τοῦ κόσμου
Jhn 9:6ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς
Jhn 9:7καὶ εἶπεν αὐτῷ ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ἑρμηνεύεται ἀπεσταλμένος ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων
Jhn 9:8οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον οὐχ οὗτός ἐστιν καθήμενος καὶ προσαιτῶν
Jhn 9:9ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἄλλοι ἔλεγον οὐχί ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι
Jhn 9:10ἔλεγον οὖν αὐτῷ πῶς οὖν ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί
Jhn 9:11ἀπεκρίθη ἐκεῖνος ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα
Jhn 9:12καὶ εἶπαν αὐτῷ ποῦ ἐστιν ἐκεῖνος λέγει οὐκ οἶδα
Jhn 9:13ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν
Jhn 9:14ἦν δὲ σάββατον ἐν ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς
Jhn 9:15πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν δὲ εἶπεν αὐτοῖς πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς καὶ ἐνιψάμην καὶ βλέπω
Jhn 9:16ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ἄνθρωπος ὅτι τὸ σάββατον οὐ τηρεῖ ἄλλοι δὲ ἔλεγον πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς
Jhn 9:17λέγουσιν οὖν τῷ τυφλῷ πάλιν τί σὺ λέγεις περὶ αὐτοῦ ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς δὲ εἶπεν ὅτι προφήτης ἐστίν
Jhn 9:18οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
Jhn 9:19καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὗτός ἐστιν υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη πῶς οὖν βλέπει ἄρτι
Jhn 9:20ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη
Jhn 9:21πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει αὐτὸς περὶ ἑαυτοῦ λαλήσει
Jhn 9:22ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν ἀποσυνάγωγος γένηται
Jhn 9:23διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει αὐτὸν ἐπερωτήσατε
Jhn 9:24ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ δὸς δόξαν τῷ θεῷ ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστιν
Jhn 9:25ἀπεκρίθη οὖν ἐκεῖνος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω
Jhn 9:26εἶπον οὖν αὐτῷ τί ἐποίησέν σοι πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς
Jhn 9:27ἀπεκρίθη αὐτοῖς εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι
Jhn 9:28καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον σὺ μαθητὴς εἶ ἐκείνου ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί
Jhn 9:29ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν
Jhn 9:30ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς
Jhn 9:31οἴδαμεν ὅτι ἁμαρτωλῶν θεὸς οὐκ ἀκούει ἀλλ᾽ ἐάν τις θεοσεβὴς καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει
Jhn 9:32ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου
Jhn 9:33εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν
Jhn 9:34ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω
Jhn 9:35ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου
Jhn 9:36ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν καὶ τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν
Jhn 9:37εἶπεν αὐτῷ Ἰησοῦς καὶ ἑώρακας αὐτὸν καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν
Jhn 9:38 δὲ ἔφη πιστεύω κύριε καὶ προσεκύνησεν αὐτῷ
Jhn 9:39καὶ εἶπεν Ἰησοῦς εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται
Jhn 9:40ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες καὶ εἶπον αὐτῷ μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν
Jhn 9:41εἶπεν αὐτοῖς Ἰησοῦς εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν νῦν δὲ λέγετε ὅτι βλέπομεν ἁμαρτία ὑμῶν μένει
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 9 — Additional Translations: