Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 89 :: Septuagint (LXX)

Psa 89:1(LXX 88:1) συνέσεως Αιθαν τῷ Ισραηλίτῃ (88:2) τὰ ἐλέη σου κύριε εἰς τὸν αἰῶνα ᾄσομαι εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου
Psa 89:2(LXX 88:3) ὅτι εἶπας εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἀλήθειά σου
Psa 89:3(LXX 88:4) διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου ὤμοσα Δαυιδ τῷ δούλῳ μου
Psa 89:4(LXX 88:5) ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου διάψαλμα
Psa 89:5(LXX 88:6) ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου κύριε καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων
Psa 89:6(LXX 88:7) ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ
Psa 89:7(LXX 88:8) θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ
Psa 89:8(LXX 88:9) κύριε θεὸς τῶν δυνάμεων τίς ὅμοιός σοι δυνατὸς εἶ κύριε καὶ ἀλήθειά σου κύκλῳ σου
Psa 89:9(LXX 88:10) σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις
Psa 89:10(LXX 88:11) σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου
Psa 89:11(LXX 88:12) σοί εἰσιν οἱ οὐρανοί καὶ σή ἐστιν γῆ τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας
Psa 89:12(LXX 88:13) τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται
Psa 89:13(LXX 88:14) σὸς βραχίων μετὰ δυναστείας κραταιωθήτω χείρ σου ὑψωθήτω δεξιά σου
Psa 89:14(LXX 88:15) δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου
Psa 89:15(LXX 88:16) μακάριος λαὸς γινώσκων ἀλαλαγμόν κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται
Psa 89:16(LXX 88:17) καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται
Psa 89:17(LXX 88:18) ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν
Psa 89:18(LXX 88:19) ὅτι τοῦ κυρίου ἀντίλημψις καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν
Psa 89:19(LXX 88:20) τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας ἐθέμην βοήθειαν ἐπὶ δυνατόν ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου
Psa 89:20(LXX 88:21) εὗρον Δαυιδ τὸν δοῦλόν μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν
Psa 89:21(LXX 88:22) γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ καὶ βραχίων μου κατισχύσει αὐτόν
Psa 89:22(LXX 88:23) οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν
Psa 89:23(LXX 88:24) καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι
Psa 89:24(LXX 88:25) καὶ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ
Psa 89:25(LXX 88:26) καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ
Psa 89:26(LXX 88:27) αὐτὸς ἐπικαλέσεταί με πατήρ μου εἶ σύ θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου
Psa 89:27(LXX 88:28) κἀγὼ πρωτότοκον θήσομαι αὐτόν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς
Psa 89:28(LXX 88:29) εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ διαθήκη μου πιστὴ αὐτῷ
Psa 89:29(LXX 88:30) καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ
Psa 89:30(LXX 88:31) ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν
Psa 89:31(LXX 88:32) ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν
Psa 89:32(LXX 88:33) ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν
Psa 89:33(LXX 88:34) τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου
Psa 89:34(LXX 88:35) οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω
Psa 89:35(LXX 88:36) ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου εἰ τῷ Δαυιδ ψεύσομαι
Psa 89:36(LXX 88:37) τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου
Psa 89:37(LXX 88:38) καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα καὶ μάρτυς ἐν οὐρανῷ πιστός διάψαλμα
Psa 89:38(LXX 88:39) σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας ἀνεβάλου τὸν χριστόν σου
Psa 89:39(LXX 88:40) κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ
Psa 89:40(LXX 88:41) καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν
Psa 89:41(LXX 88:42) διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ
Psa 89:42(LXX 88:43) ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ
Psa 89:43(LXX 88:44) ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ
Psa 89:44(LXX 88:45) κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας
Psa 89:45(LXX 88:46) ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ κατέχεας αὐτοῦ αἰσχύνην διάψαλμα
Psa 89:46(LXX 88:47) ἕως πότε κύριε ἀποστρέψεις εἰς τέλος ἐκκαυθήσεται ὡς πῦρ ὀργή σου
Psa 89:47(LXX 88:48) μνήσθητι τίς μου ὑπόστασις μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων
Psa 89:48(LXX 88:49) τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου διάψαλμα
Psa 89:49(LXX 88:50) ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα κύριε ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου
Psa 89:50(LXX 88:51) μνήσθητι κύριε τοῦ ὀνειδισμοῦ τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν
Psa 89:51(LXX 88:52) οὗ ὠνείδισαν οἱ ἐχθροί σου κύριε οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου
Psa 89:52(LXX 88:53) εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα γένοιτο γένοιτο
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 89 — Additional Translations: