LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ψαλμοί (Psalm) 89 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 89:1 - (LXX 88:1) συνέσεως Αιθαν τῷ Ισραηλίτῃ (88:2) τὰ ἐλέη σου κύριε εἰς τὸν αἰῶνα ᾄσομαι εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου
Unchecked Copy BoxPsa 89:2 - (LXX 88:3) ὅτι εἶπας εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἀλήθειά σου
Unchecked Copy BoxPsa 89:3 - (LXX 88:4) διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου ὤμοσα Δαυιδ τῷ δούλῳ μου
Unchecked Copy BoxPsa 89:4 - (LXX 88:5) ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου διάψαλμα
Interlinear Bibles Cross-Refs Commentaries Dictionaries Misc
x
Psalms 89:4 Commentaries
Unchecked Copy BoxPsa 89:5 - (LXX 88:6) ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου κύριε καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων
Unchecked Copy BoxPsa 89:6 - (LXX 88:7) ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ
Unchecked Copy BoxPsa 89:7 - (LXX 88:8) θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ
Unchecked Copy BoxPsa 89:8 - (LXX 88:9) κύριε θεὸς τῶν δυνάμεων τίς ὅμοιός σοι δυνατὸς εἶ κύριε καὶ ἀλήθειά σου κύκλῳ σου
Unchecked Copy BoxPsa 89:9 - (LXX 88:10) σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις
Unchecked Copy BoxPsa 89:10 - (LXX 88:11) σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου
Unchecked Copy BoxPsa 89:11 - (LXX 88:12) σοί εἰσιν οἱ οὐρανοί καὶ σή ἐστιν γῆ τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας
Unchecked Copy BoxPsa 89:12 - (LXX 88:13) τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται
Unchecked Copy BoxPsa 89:13 - (LXX 88:14) σὸς βραχίων μετὰ δυναστείας κραταιωθήτω χείρ σου ὑψωθήτω δεξιά σου
Unchecked Copy BoxPsa 89:14 - (LXX 88:15) δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου
Unchecked Copy BoxPsa 89:15 - (LXX 88:16) μακάριος λαὸς γινώσκων ἀλαλαγμόν κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται
Unchecked Copy BoxPsa 89:16 - (LXX 88:17) καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται
Unchecked Copy BoxPsa 89:17 - (LXX 88:18) ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν
Unchecked Copy BoxPsa 89:18 - (LXX 88:19) ὅτι τοῦ κυρίου ἀντίλημψις καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν
Unchecked Copy BoxPsa 89:19 - (LXX 88:20) τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας ἐθέμην βοήθειαν ἐπὶ δυνατόν ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου
Unchecked Copy BoxPsa 89:20 - (LXX 88:21) εὗρον Δαυιδ τὸν δοῦλόν μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν
Unchecked Copy BoxPsa 89:21 - (LXX 88:22) γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ καὶ βραχίων μου κατισχύσει αὐτόν
Unchecked Copy BoxPsa 89:22 - (LXX 88:23) οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν
Unchecked Copy BoxPsa 89:23 - (LXX 88:24) καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι
Unchecked Copy BoxPsa 89:24 - (LXX 88:25) καὶ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ
Unchecked Copy BoxPsa 89:25 - (LXX 88:26) καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ
Unchecked Copy BoxPsa 89:26 - (LXX 88:27) αὐτὸς ἐπικαλέσεταί με πατήρ μου εἶ σύ θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου
Unchecked Copy BoxPsa 89:27 - (LXX 88:28) κἀγὼ πρωτότοκον θήσομαι αὐτόν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς
Unchecked Copy BoxPsa 89:28 - (LXX 88:29) εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ διαθήκη μου πιστὴ αὐτῷ
Unchecked Copy BoxPsa 89:29 - (LXX 88:30) καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ
Unchecked Copy BoxPsa 89:30 - (LXX 88:31) ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν
Unchecked Copy BoxPsa 89:31 - (LXX 88:32) ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν
Unchecked Copy BoxPsa 89:32 - (LXX 88:33) ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν
Unchecked Copy BoxPsa 89:33 - (LXX 88:34) τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου
Unchecked Copy BoxPsa 89:34 - (LXX 88:35) οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω
Unchecked Copy BoxPsa 89:35 - (LXX 88:36) ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου εἰ τῷ Δαυιδ ψεύσομαι
Unchecked Copy BoxPsa 89:36 - (LXX 88:37) τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου
Unchecked Copy BoxPsa 89:37 - (LXX 88:38) καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα καὶ μάρτυς ἐν οὐρανῷ πιστός διάψαλμα
Unchecked Copy BoxPsa 89:38 - (LXX 88:39) σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας ἀνεβάλου τὸν χριστόν σου
Unchecked Copy BoxPsa 89:39 - (LXX 88:40) κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ
Unchecked Copy BoxPsa 89:40 - (LXX 88:41) καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν
Unchecked Copy BoxPsa 89:41 - (LXX 88:42) διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ
Unchecked Copy BoxPsa 89:42 - (LXX 88:43) ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ
Unchecked Copy BoxPsa 89:43 - (LXX 88:44) ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ
Unchecked Copy BoxPsa 89:44 - (LXX 88:45) κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας
Unchecked Copy BoxPsa 89:45 - (LXX 88:46) ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ κατέχεας αὐτοῦ αἰσχύνην διάψαλμα
Unchecked Copy BoxPsa 89:46 - (LXX 88:47) ἕως πότε κύριε ἀποστρέψεις εἰς τέλος ἐκκαυθήσεται ὡς πῦρ ὀργή σου
Unchecked Copy BoxPsa 89:47 - (LXX 88:48) μνήσθητι τίς μου ὑπόστασις μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων
Unchecked Copy BoxPsa 89:48 - (LXX 88:49) τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου διάψαλμα
Unchecked Copy BoxPsa 89:49 - (LXX 88:50) ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα κύριε ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου
Unchecked Copy BoxPsa 89:50 - (LXX 88:51) μνήσθητι κύριε τοῦ ὀνειδισμοῦ τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν
Unchecked Copy BoxPsa 89:51 - (LXX 88:52) οὗ ὠνείδισαν οἱ ἐχθροί σου κύριε οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου
Unchecked Copy BoxPsa 89:52 - (LXX 88:53) εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα γένοιτο γένοιτο
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Psalm Chapter 89 — Additional Translations: